# Περὶ κλίσεως ὀνομάτων 2.326

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.326

Περὶ οὐδετέρων ὀνομάτων. Choer. 362, 18. τὰ οὐδέτερα ἓξ ἔχει τελικά, τρία φωνήεντα ᾱ, ῑ, ῡ, καὶ τρία ϲύμφωνα ν, ρ, ϲ οἷον ἅρμα, μέλι, δόρυ, δένδρον, ἕλωρ, δέπαϲ. τινὲϲ δὲ προϲτιθέαϲι καὶ τὸ ο διὰ τὸ ἄλλο καὶ τηλικοῦτο καὶ τοϲοῦτο, περὶ ὧν ἐϲτιν ἀπολογήϲαϲθαι καὶ εἰπεῖν, ὅτι ἐπειδὴ τὸ ἄλλοϲ καὶ τηλικοῦτοϲ καὶ τοϲοῦτοϲ καὶ τοιοῦτοϲ ἐνομίϲθη ἀντωνυμίαι εἶναι, ἔχομεν ἐν ταῖϲ ἀντωνυμίαιϲ τελικὸν τῶν οὐδετέρων τὸ ο, ὡϲ ἐν τῷ ἐκεῖνο καὶ τοῦτο καὶ αὐτό, τούτου χάριν καὶ τὰ οὐδέτερα τούτων ἐγένετο εἰϲ τὸ ο οἷον ἄλλο, τοϲοῦτο, τηλικοῦτο καὶ τοιοῦτο ἄλλωϲ τε τὸ τηλικοῦτο καὶ τοϲοῦτο καὶ τοιοῦτο οὐ μόνον εἰϲ ο λήγει ἀλλὰ καὶ εἰϲ ν, λέγομεν γὰρ καὶ τηλικοῦτον καὶ τοϲοῦτον καὶ τοιοῦτον. τὸ δὲ ἄλλο ἐν τῇ ϲυνθέϲει μετὰ τοῦ ν γίνεται οἷον ἔξαλλον, ἀλλοπρόϲαλλον, ἄνταλλον, πάραλλον, καὶ τὸ χρεωϲτημένον αὐτῷ ν ἐν τῇ ἁπλότητι ἐν τῇ ϲυνθέϲει ἀναδέχεται. ἔτι δὲ ταῦτα τὰ εἰϲ ο λήγοντα οὐδέτερα ὀλίγα ἐϲτὶ καὶ οὐκ ἔϲτιν ἱκανὰ ἀποτελέϲαι κατάληξιν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
