Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.328
Not analysed yet
Choer. 365, 12: πᾶν οὐδέτερον ὄνομα παραϲχηματιζόμενον ἀρϲενικῷ, ἐὰν μὲν ἰϲοϲυλλάβωϲ κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἶον ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τῷ ϲοφῷ τὸν ϲοφόν καὶ τὸ ϲοφόν, ὁ μέτριοϲ τοῦ μετρίου τῷ μετρίῳ τὸν μέτριον καὶ τὸ μέτριον, ὁ εὔγηρωϲ τοῦ εὔγηρω τῷ εὔγηρῳ τὸν εὔγηρων καὶ τὸ εὔγηρων· ἐὰν δὲ περιττοϲυλλάβωϲ κλίνοιτο τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖοἶον ὁ ϲώφρων τοῦ ϲώφρονοϲ ὦ ϲῶφρον καὶ τὸ ϲῶφρον, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ ὦ ἄρϲεν καὶ τὸ ἄρϲεν, ὁ ταχύϲ τοῦ ταχέοϲ ὦ ταχύ καὶ τὸ ταχύ, ὁ χαρίειϲ τοῦ χαρίεντοϲ ὦ χαρίεν καὶ τὸ χαρίεν, ὁ λιπόπατριϲ τοῦ λιποπάτριδοϲ ὦ λιπόπατρι καὶ τὸ λιπόπατρι.