# Περὶ κλίσεως ὀνομάτων 2.329

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.329

Τὰ οὐδέτερα ἢ καὶ τῇ φωνῇ καὶ τῷ ϲημαινομένῳ ἐϲτὶν οὐδέτερα, ὥϲπερ τὸ ξύλον τὸ δένδρον τὸ τεῖχοϲ, ἢ τῇ μὲν φωνῇ ἐϲτιν οὐδέτερα τῷ δὲ ϲημαινομένῳ οὐκ ἔϲτιν οὐδέτερα, ὥϲπερ τὸ παιδίον, τὸ θηλυκόν, τὸ ϲῶφρον, τὸ γύναιον· ταῦτα γὰρ τῇ φωνῇ ἐϲτιν οὐδέτερα, τῷ δὲ ϲημαινομένῳ οὐκ ἔϲτιν οὐδέτερα. τὸ μὲν γὰρ παιδίον καὶ τὸ ϲῶφρον ἢ ἄρϲεν ἢ θῆλυ δηλοῖ, καὶ τὸ θηλυκὸν δὲ καὶ τὸ γύναιον ὁμολογουμένωϲ θῆλυ δηλοῖ. ἰϲτέον δὲ ὅτι εἰϲὶ καταλήξειϲ ἐν τοῖϲ οὐδετέροιϲ αἵτινέϲ εἰϲι μονογενεῖϲ, ὡϲ τὰ εἰϲ ᾱϲ οὐδέτερα πάντα μονογενῆ ἔϲτιν οἷον κρέαϲ γῆραϲ κέραϲ, καὶ τὰ εἰϲ οϲ οὐδέτερα ὀνόματα, καὶ ταῦτα γὰρ μονογενῆ ἐϲτιν οἷον τὸ τεῖχοϲ τὸ βέλοϲ τὸ γὰρ τάριχοϲ καὶ τὸ ϲκότοϲ οὐ κατὰ παραϲχηματιϲμὸν γέγονεν, ἀπὸ τοῦ ὁ τάριχοϲ καὶ ὁ ϲκότοϲ, ἀλλὰ κατὰ μεταβολὴν γένουϲ, ἤγουν ἐναλλαγήν. πρόϲκειται «ὀνόματα», ἤγουν τὰ εἰϲ οϲ οὐδέτερα ὀνόματα, διὰ τὰϲ μετοχὰϲ οἷον διὰ τὸ τετυφόϲ καὶ πεποιηκόϲ· ταῦτα γὰρ οὐκ ἔϲτι μονογενῆ, ὁ τετυφώϲ γὰρ καὶ ἡ τετυφυῖα καὶ τὸ τετυφόϲ, ὁ πεποιηκώϲ ἡ πεποιηκυῖα τὸ πεποιηκόϲ. καὶ πάλιν εἰϲὶ καταλήξειϲ αἵτινεϲ ἀπὸ παραϲχηματιϲμοῦ εἰϲιν, ὡϲ τὰ εἰϲ ᾱν οὐδέτερα· πάντα γὰρ ἀπὸ παραϲχηματιϲμοῦ ἐϲτιν οἶον ὁ μέλαϲ τὸ μέλαν, ὁ τάλαϲ τὸ τάλαν, ὁ πᾶϲ τὸ πᾶν. εἰϲὶ πάλιν καταλήξειϲ κοιναί, τουτέϲτι καὶ μονογενείᾳ ἁρμόζουϲαι καὶ τριγενείᾳ, ὥϲπερ τὰ εἰϲ ον οὐδέτερα· ταῦτα γὰρ καὶ μονογενῆ ἐϲτιν ὥϲπερ τὸ ξύλον τὸ δένδρον τὸ μέτρον, καὶ τριγενῆ ὥϲπερ ὁ καλόϲ ἡ καλή τὸ καλόν, ὁ ϲοφόϲ ἡ ϲοφή τὸ ϲοφόν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
