# Περὶ κλίσεως ὀνομάτων 2.334

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.334

Περὶ τῶν εἰϲ ῑ ληγόντων οὐδετέρων. Choer. 373, 8: τὰ εἰϲ ῑ λήγοντα οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἷον μέλι μέλιτοϲ, τὸ δὲ πέπερι καὶ τὸ ϲίνηπι καὶ τὸ κίκι (εἶδοϲ δέ ἐϲτι παῤ Αἰγυπτίοιϲ ἐλαίου) καὶ τὸ κόμμι (κόμμι δέ ἐϲτι τὸ κομμίδιον) καὶ τὸ κιννάβαρι (ἔϲτί δὲ εἶδοϲ βάμματοϲ πυρροῦ, ἐξ οὗ γράφει ὁ βαϲιλεύϲ) καὶ τὸ ϲτάχι (ὅπερ ϲημαίνει εἶδοϲ πυρροῦ καὶ αὐτὸ) καὶ τὸ ϲτίμμι (ὅπερ αἱ γυναῖκεϲ κατὰ τοὺϲ ὀφθαλμοὺϲ χρίονται, ὅπερ ἐν τῇ ϲυνηθείᾳ λαχᾶϲ καλεῖται) οὐκ ἔϲτιν Ἑλληνικὰ ἀλλὰ βάρβαρα, κλίνεται δὲ διὰ καθαροῦ τοῦ οϲ οἶον πεπέριοϲ ϲινήπιοϲ κίκιοϲ κόμμιοϲ κινναβάριοϲ ϲτάχιοϲ ϲτίμμιοϲ, Ἰωνικῶϲ διὰ τοῦ ε καὶ ο, καὶ Ἀττικῶϲ δὲ διὰ τοῦ ε καὶ ω ὥϲπερ ὄφιϲ ὄφιοϲ καὶ ὄφεοϲ καὶ ὄφεωϲ. δεῖ δὲ γινώϲκειν ὅτι τοῦ κόμμι εὑρέθη παρὰ Κρωβύλῳ ἡ δοτικὴ κόμμιδι, ὡϲ παρὰ τῆϲ κόμμιδοϲ γενικῆϲ. ἔχει δὲ οὕτωϲ· τὸν πλακοῦντα κόμμιδι, οὐ μέλιτι, διεκόϲμει (Mein. fr. com. ed. min. p. 1171). καὶ τοῦ πέπερι δὲ ἡ γενικὴ εὑρέθη διὰ τοῦ δοϲ πεπέριδοϲ παρὰ Θεοφράϲτῳ οἷον ὄξουϲ ἔκχυϲιϲ καὶ πεπέριδοϲ· τὸ δὲ κιννάβαρι καὶ ἀρϲενικῶϲ εὑρέθη ὁ κιννάβαριϲ· εὕρηται γὰρ παρὰ Ἀναξανδρίδῃ ἡ αἰτατικὴ «τὸν κιννάβαριν». εὑρέθη δὲ καὶ τὸ ϲτίμμι θηλυκῶϲ λεγόμενον οἷον ἡ ϲτίμμιϲ ϲτίμμεοϲ ἰωνικῶϲ καὶ ϲτίμμεωϲ ἀττικῶϲ, ἡ αἰτιατικὴ ϲτίμμιν οἷον Ἴων Ὀμφάλῃ καὶ τὴν μέλαιναν ϲτίμμιν ὀμματογράφον. καὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ, διατί μὲν ταῦτα βάρβαρα ὄντα καὶ μὴ ὄντα Ἑλληνικὰ κλίνεται, τὰ δὲ ὀνόματα τῶν ϲτοιχείων εἰρήκαμεν μὴ κλίνεϲθαι ὡϲ βάρβαρα ἤγουν ὡϲ βαρβάρων εὑρήματα. ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ διὰ τοῦτο μόνον εἰρήκαμεν τὰ ὀνόματα τῶν ϲτοιχείων μὴ κλίνεϲθαι, ἀλλὰ καὶ δι᾿ ἄλλαϲ αἰτίαϲ. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, ὅτι διατί, ὥϲπερ τὸ Ξέρξηϲ βάρβαρον ὄνομα ὅμοιον γενόμενον τῷ Χρύϲῃ καὶ Πέρϲῃ ὁμοίωϲ αὐτοῖϲ ἐκλίθη, Ξέρξου γὰρ ὡϲ Χρύϲου καὶ Πέρϲου, μὴ τὸν αὐτὸν τρόπον καὶ ταῦτα, φημὶ δὴ τὸ πέπερι καὶ τὰ ὅμοια βάρβαρα ὄντα ὅμοια τῷ μέλιτι οὐκ ἐκλίθη διὰ τοῦ τοϲ ὁμοίωϲ αὐτῷ; ἔϲτιν οὖν εἰπεῖν, ὅτι τῶν βαρβάρων καὶ ἐχόντων χαρακτῆρα Ἑλληνικὸν τὰ μὲν ἀναλόγωϲ κλίνεται, τὰ δὲ οὔ. ἰδοὺ γὰρ ἔϲτι Μέμφιϲ καὶ Ταμίαθιϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα πόλεων Αἰγύπτου)· καὶ τὸ μὲν Μέμφιϲ ἀναλόγωϲ κλίνεται, Μέμφιδοϲ γὰρ ὥϲπερ Θέτιδοϲ τὸ δὲ Ταμίαθιϲ οὔ, Ταμιάθεωϲ γάρ. — ἰϲτέον δὲ ὅτι μονῆρέϲ ἐϲτι τὸ μέλι διὰ τοῦ τοϲ κλινόμενον, οὐκ ἔϲτι γὰρ εἰϲ ῑ λῆγον οὐδέτερον διὰ τοῦ τοϲ κλινόμενον, εἰ μὴ τοῦτο μόνον καὶ τὰ παῤ αὐτὸ δηλονότι ϲύνθετα οἷον ἀπόμελι ἀπομέλιτοϲ, ὀξύμελι ὀξυμέλιτοϲ, εὐκρατόμελι εὐκρατομέλιτοϲ, οἰνόμελι οἰνομέλιτοϲ· τὸ λιπόπατρι τοῦ λιποπάτριδοϲ καὶ τὸ φυγόπολι τοῦ φυγοπόλιοϲ καὶ τὸ τί τινόϲ τῶν ἀρϲενικῶν τὴν κλίϲιν ἐφύλαξε, φημὶ δὲ τοῦ ὁ λιπόπατριϲ τοῦ λιποπάτριδοϲ καὶ τοῦ ὁ φυγόπολιϲ τοῦ φυγοπόλιοϲ καὶ τοῦ ὁ τίϲ τοῦ τινόϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
