Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.335
Not analysed yet
Choer. 375, 3: δεῖ γινώϲκειν ὅτι ἐϲτί τινα εἰϲ ῑ λήγοντα οὐδέτερα μονογενῆ πεπονθότα, ἅπερ ἄκλιτά ἐϲτιν οἶον τὸ ἄλφι, ὅπερ ἀπὸ τοῦ ἄλφιτον γέγονε κατὰ ἀποκοπήν, καὶ τὸ ἔρι, ὅπερ ἀπὸ τοῦ ἔριον γέγονε ὁμοίωϲ κατὰ ἀποκοπήν, καὶ τὸ κρῖ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύραϲ (Ε 196), ὅπερ ἀπὸ τοῦ κρῖμνον γέγονεν ὁμοίωϲ κατὰ ἀποκοπὴν καὶ τὸ τρόφι, ὃ ϲημαίνει τὸ εὐτραφὲϲ πολλῶν δὲ τρόφι κῦμα κυλίνδεται (Λ 307), ἀπὸ τοῦ τρόφιμον γέγονε κατὰ ἀποκοπήν.