# Περὶ κλίσεως ὀνομάτων 2.336

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.336

Περὶ τῶν εἰϲ ῡ οὐδετέρων. Choer. 375, 27: τὰ εἰϲ ῡ λήγοντα οὐδέτερα, δηλονότι μονογενῆ, εἰ μὲν μακρᾷ παραλήγεται, διὰ τοῦ εοϲ κλίνεται οἷον ἄϲτυ ἄϲτεοϲ, πῶϋ πώεοϲ (ϲημαίνει δὲ τὸ ποίμνιον)· ϲεϲημείωται τὸ νᾶπυ νάπυοϲ, ὅτι μακρᾷ παραληγόμενον οἷον ὡϲ παρὰ Ἀριϲτοφάνει (Eq. 631) κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ’ ἀπέϲπαϲεν οὐκ ἐκλίθη διὰ τοῦ εοϲ, ἀλλὰ διὰ τοῦ υ (ϲημαίνει δὲ τὸ ϲίνηπι) εἰ δὲ βραχείᾳ παραλήγεται, διὰ τοῦ ῡ κλίνεται, τουτέϲτι προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ ῡ οἶον γόνυ γόνυοϲ. τὸ δὲ γουνόϲ καὶ δουρόϲ δύναται καὶ μόνον καθ᾿ ὑπέρθεϲιν τοῦ ῡ γενέϲθαι ἀπὸ τοῦ γόνυοϲ καὶ δόρυοϲ, ἀλλὰ καὶ ἀπὸ τοῦ γοῦναϲ γούνατοϲ καὶ δοῦραϲ δούρατοϲ κατὰ ϲυγκοπὴν γουνόϲ καὶ δουρόϲ. καὶ ἰϲτέον ὅτι κρεῖττόν ἐϲτι κατὰ ϲυγκοπὴν αὐτὰ λέγειν ἤπερ καθ’ ὑπέρθεϲιν τοῦ ῡ. ἐὰν γὰρ δῶμεν αὐτὰ καθ᾿ ὑπέρθεϲιν τοῦ ῡ γεγενῆϲθαι, δηλονότι καὶ ϲυναίρεϲιϲ τοῦ ο καὶ ῡ παρακολουθεῖ εἰϲ τὴν δῦ δίφθογγον, καὶ δηλονότι βαρύνεϲθαι ὤφειλεν, ὥϲπερ τὸ λάαοϲ λᾶοϲ καὶ κέαροϲ κῆροϲ καὶ ἔαροϲ ἦροϲ· εἰ δὲ κατὰ ϲυγκοπὴν αὐτὰ δῶμεν γενέϲθαι, ὀξύνεται ὁμοίωϲ τῷ πατέροϲ πατρόϲ, μητέροϲ μητρόϲ, ἀνέροϲ ἀνδρόϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
