# Περὶ κλίσεως ὀνομάτων 2.340

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.340

Περὶ τῶν εἰϲ αρ οὐδετέρων. Choer. 380, 21: τῶν εἰϲ αρ οὐδετέρων τὰ μὲν ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ τοϲ κλίνεται οἷον τὸ δέλεαρ τοῦ δελέατοϲ, τὸ ὄνειαρ τοῦ ὀνείατοϲ (ϲημαίνει δὲ τὸ ὄνειαρ τὸ ὀφελοῦν καὶ τὸ βρῶμα), ἄλειφαρ ἀλείφατοϲ (ϲημαίνει δὲ τὸ ἄλειμμα ἀλείφατοϲ ἐννεώροιο ), κάρηαρ καρήατοϲ καὶ κατὰ ϲυγκοπὴν κάρητοϲ, ὡϲ παρὰ τῷ ποιητῇ κὰδ δὲ κάρητοϲ οὔλαϲ ἧκε κόμαϲ (ψ 157). τῶν δὲ διϲυλλάβων τὰ μὲν φύϲει μακρᾷ παραληγόμενα διὰ τοῦ τοϲ κλίνεται οἶον ἦμαρ ἤματοϲ, εἶδαρ εἴδατοϲ (ϲημαίνει δὲ τὸ βρῶμα), ἧπαρ ἥπατοϲ, οὖθαρ οὔθατοϲ (ϲημαίνει δὲ τὸν μαζόν)· τὰ δὲ βραχείᾳ ἢ θέϲει μακρᾷ παραληγόμενα διὰ τοῦ ροϲ κλίνεται οἷον θέναρ θέναροϲ (ϲημαίνει δὲ τὸ κοῖλον τῆϲ χειρόϲ, παρὰ τὸ θένειν ἤγουν τύπτειν), ὕπαρ ὕπαροϲ (ϲημαίνει δὲ τὸ ἀληθινὸν ἐνύπνιον, ἤγουν τὴν λεγομένην ὀπταϲίαν), ἔαρ ἔαροϲ, κέαρ κέαροϲ (ϲημαίνει δὲ τὴν ψυχήν), καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ᾱ εἰϲ η ἦροϲ καὶ κῆροϲ, νέκταρ νέκταροϲ (τὸ τῶν θεῶν πόμα), ἄλκαρ ἄλκαροϲ (ϲημαίνει δὲ τὴν βοήθειαν). ϲεϲημείωται τὸ φρέαρ τοῦ φρέατοϲ καὶ ϲτέαρ ϲτέατοϲ, ὅτι βραχείᾳ παραληγόμενα διὰ τοῦ τοϲ ἐκλίθη (ϲτέαρ δέ ἐϲτι τὸ λίποϲ), περὶ ὧν ἔϲτιν εἰπεῖν, μήποτε φρεῖαρ καὶ ϲτεῖαρ ἦν καὶ ὡϲ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν διὰ τοῦ τοc ἐκλίθη οἶον ϲτείατοϲ καὶ φρείατοϲ, ἐξ οὖ τὸ «φρείατα μακρὰ νάουϲι» (Φ 197), καὶ λοιπὸν ἀποβληθέντοϲ τοῦ ῑ, ἔμεινεν ἡ αὐτὴ κλίϲιϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
