Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.341
Not analysed yet
Choer. 381, 23: ἄξιόν ἐϲτι ζητῆϲαι τοῦτο περὶ τῶν εἰϲ ᾱρ οὐδετέρων τῶν κλινομένων διὰ τοῦ τοϲ, ὅτι οὐδεμία μετουϲία ἐϲτὶ τῶν ἀμεταβόλων μετὰ τοῦ τ, ὥϲτε κλίνεϲθαι αὐτὰ διὰ τοῦ τ ὤφειλεν γὰρ καὶ ταῦτα φυλάξαι τὸ ἀμετάβολον ἐν τῇ γενικῇ. ἀμετάβολα γὰρ λέγεται παρὰ τὸ μὴ μεταβάλλεϲθαι ἐν τοῖϲ μέλλουϲι τῶν ῥημάτων μηδὲ ἐν ταῖϲ κλίϲεϲι τῶν ὀνομάτων οἷον κείρω κερῶ, φθείρω φθερῶ, Πλάτων Πλάτωνοϲ, Ἕκτωρ Ἕκτοροϲ. ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀπὸ τῆϲ εἰϲ ϲ καταλήξεώϲ ἐϲτιν ἡ κλίϲιϲ τούτων οἷον ὡϲ ἀπὸ τοῦ ὄνειαϲ καὶ δέλεαϲ καὶ φρέαϲ καὶ ϲτέαϲ, ὥϲπερ κρέαϲ κρέατοϲ καὶ γῆραϲ γήρατοϲ, ὥϲτε ἑτερόκλιτα αὐτὰ εἶναι.