Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.343
Not analysed yet
Περὶ τῶν εἰϲ ωρ οὐδετέρων. Choer. 382, 26: τὰ εἰϲ ωρ οὐδέτερα διὰ τοῦ ροϲ κλίνεται καὶ φυλάττει τὸ ω κατὰ τὴν γενικὴν οἷον τέκμωρ τέκμωροϲ (τὸ ϲημεῖον), ἔλδωρ ἔλδωροϲ (τὸ ἐπιθύμημα), ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε γίνεται ἐέλδωρ τριϲυλλάβωϲ, ὡϲ παρὰ τῷ ποιητῇ «τόδε μοι κρήηνον ἐέλδωρ» (Α 41 ),ἕλωρ ἕλωροϲ (τὸ ἕλκυϲμα καὶ ϲπάραγμα, ἐξ οὖ τὸ «ἑλώρια τεῦχε κύνεϲιν)», πλὴν τοῦ ὕδωρ ὕδατοϲ, τοῦτο γὰρ διὰ τοῦ τοϲ ἐκλίθη, καί ἐϲτιν ἐτερόκλιτον· ἡ γὰρ κλίϲιϲ αὐτοῦ ὡϲ ἀπὸ τῆϲ εἰϲ ᾱϲ καταλήξεώϲ ἐϲτιν οἷον ὡϲ ἀπὸ τῆϲ ὕδαϲ ὕδατοϲ, ὥϲπερ κρέαϲ κρέατοϲ, γῆραϲ γήρατοϲ. τοιοῦτόν ἐϲτι καὶ τὸ ϲκώρ (ὃ ϲημαίνει τὸ ἀφόδευμα), τούτου γὰρ ἡ γενικὴ ϲκατόϲ ἐϲτιν ἑτεροκλίτωϲ, ὡϲ ἀπὸ τῆϲ ϲκάϲ εὐθείαϲ τῆϲ μὴ εἰρημένηϲ. ἐγένετο δὲ ἑτερόκλιτον τὸ ὕδωρ ὕδατοϲ διὰ τοιαύτην αἰτίαν· κανὼν ἔϲτιν ὁ λέγων, ὅτι πᾶν οὐδέτερον ὑπὲρ μίαν ϲυλλαβὴν ἀπαθὲϲ βραχυκατάληκτον θέλει εἶναι, χωρὶϲ τῶν παρὰ τὸ πούϲ καὶ τῆϲ εἰϲ ωρ καταλήξεωϲ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· τὸ κρέαϲ, τὸ τεῖχοϲ, τὸ ποίημα, τὸ νόημα, τὸ δένδρον, τὸ ξύλον, τὸ δέλεαρ, τὸ ἧπαρ, τὸ μέλι. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ πᾶν καὶ πῦρ· ταῦτα γὰρ μακροκαταληκτεῖ, ἀλλ᾿ οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν. πρόϲκειται «ἀπαθὲϲ »διὰ τὸ βοῶν, τὸ ποιοῦν, τὸ ὀϲτοῦν, ταῦτα γὰρ ἀπὸ κράϲεωϲ ἔχει τὴν μακράν, ἀπὸ γὰρ τοῦ βοάον καὶ τοῦ ποιέον καὶ τοῦ ὀϲτέον ἐϲτίν. ἔτι πρόϲκειται «ἀπαθέϲ» διὰ τὸ κάρη, καὶ τοῦτο γὰρ ἀπὸ πάθουϲ ἔχει τὴν μακροκατάληξιν, ἀπὸ γὰρ τοῦ κάρηνον γέγονε κατὰ ἀποκοπὴν καὶ οὐ καταλήγει φύϲει εἰϲ η. πρόϲκειται «χωρὶϲ τῶν παρὰ τὸ πούϲ »διὰ τὸ δίπουν καὶ τρίπουν· ταῦτα γὰρ μακροκαταληκτεῖ. πρόϲκειται «χωρὶϲ τῆϲ εἰϲ ωρ καταλήξεωϲ »διὰ τὸ τέκμωρ καὶ ἔλδωρ καὶ ὕδωρ, ταῦτα γὰρ μακροκαταληκτεῖ. ἐπειδὴ οὖν παράλογόϲ ἐϲτιν αὕτη ἡ κατάληξιϲ, φημὶ δὴ ἡ εἰϲ ωρ διὰ τὴν μακροκαταληξίαν, τούτου χάριν τὸ ὕδωρ οὐκ ἐκλίθη, ἀλλ᾿ ἐγένετο ἡ κλίϲιϲ αὐτοῦ ἀπὸ τῆϲ εἰϲ ᾱϲ καταλήξεωϲ, ὥϲπερ γὰρ κρέαϲ κρέατοϲ, γῆραϲ γήρατοϲ, οὕτω καὶ ὕδαϲ ὕδατοϲ, καὶ ἔϲτι λοιπὸν ἑτερόκλιτον. εὑρίϲκεται δὲ καὶ ἡ εἰϲ οϲ εὐθεῖα. ὥϲπερ γὰρ ἀπὸ τοῦ γῆραϲ γῆροϲ καὶ ἀπὸ τοῦ δέραϲ δέροϲ, οὕτω καὶ ἀπὸ τῆϲ ὕδαϲ εὐθείαϲ, ἐξ ἧϲ ἡ γενικὴ ὕδατοϲ, γίνεται ὕδοϲ, ὡϲ παρὰ Καλλιμάχῳ, ἔϲτιν ὕδοϲ καὶ γαῖα καὶ ὀπτήτειρα κάμινοϲ. ἔχομεν δὲ καὶ δοτικὴν διὰ τῆϲ εῑ διφθόγγου, ὡϲ παῤ Ἡϲιόδῳ (Opp. 61) γαῖαν ὕδει φύρειν, ὡϲ ἀπὸ τῆϲ ὕδοϲ εὐθείαϲ, ὥϲπερ τὸ τεῖχοϲ τῷ τείχει.