# Περὶ κλίσεως ὀνομάτων 2.344

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.344

Ἄξιον δέ ἐϲτι ζητῆϲαι, τί διαφέρει τὰ εἰϲ ωρ οὐδέτερα τῶν εἰϲ ωρ ἀρϲενικῶν. καὶ ἔϲτιν εἰπεῖν, ὅτι κατὰ τοῦτο διαφέρει, καθὸ τὰ μὲν ἀρϲενικὰ βαρύτονα ὄντα μὴ ἔχοντα τὸ λ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἶον Ἕκτωρ Ἕκτοροϲ, Μέντωρ Μέντοροϲ, Νέϲτωρ Νέϲτοροϲ· τὰ δὲ εἰϲ ωρ οὐδέτερα φυλάττει τὸ ω κατὰ τὴν γενικὴν οἷον τέκμωρ τέκμωροϲ ἕλωρ ἕλωροϲ, ἔλδωρ ἔλδωροϲ. καὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ, διατί τὰ εἰϲ ωρ οὐδέτερα οὐ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ, ὥϲπερ τὰ εἰϲ ωρ ἀρϲενικά· καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐδέποτε οὐδέτερον μονογενὲϲ ἔχει τὴν παραλήγουϲαν τῆϲ περιττοϲυλλάβου γενικῆϲ ἥττονα χρόνον ἔχουϲαν τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ οἷον βῆμα βήματοϲ, μέλι μέλιτοϲ, γόνυ γόνυοϲ, ἄϲτυ ἄϲτεοϲ, κρέαϲ κρέατοϲ, τεῖχοϲ τείχεοϲ, φῶϲ φωτόϲ, ὦϲ ὠτόϲ χωρὶϲ τοῦ πῦρ πυρόϲ (τοῦτο γὰρ ἐν μὲν τῇ εὐθείᾳ ἐκτείνει τὸ ῡ, ἐν δὲ τῇ γενικῇ ϲυϲτέλλει αὐτό), καὶ χωρὶϲ τοῦ ὕδωρ ὕδατοϲ (καὶ τοῦτο γὰρ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ, τῆϲ εὐθείαϲ μακροκαταληκτούϲηϲ). τοῦτο δὲ ἑτερόκλιτον εἰρήκαμεν, ὡϲ ἀπὸ τῆϲ ὕδαϲ εὐθείαϲ. πρόϲκειται «μονογενῆ» διὰ τὸ πᾶν παντόϲ, τοῦτο γὰρ ἐν μὲν τῇ εὐθείᾳ φύϲει μακρὸν ἔχει τὸ ᾱ, ἐν δὲ τῇ γενικῇ θέϲει μακρόν τὸ δὲ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. τούτου χάριν τὰ εἰϲ ωρ οὐδέτερα οὐ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ, ἵνα μὴ εὑρεθῇ ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ τῶν μονογενῶν οὐδετέρων ἥττονα χρόνον ἔχουϲα τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
