# Περὶ κλίσεως ὀνομάτων 2.345

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.345

Περὶ τῶν εἰϲ ᾱϲ οὐδετέρων. Choer. 385, 11: πάντα τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἷον πέραϲ πέρατοϲ, κρέαϲ κρέατοϲ, γέραϲ γέρατοϲ, οὖαϲ οὔατοϲ, ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ ῡ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὦϲ. ἰϲτέον δὲ ὅτι τὸ οὖϲ ἄκλιτόν ἐϲτι τὸ γὰρ Ἄντιφον αὖτε παῤ οὖϲ ἔλαϲε ξίφει (Λ 109) ἀντὶ τῆϲ παρὰ τὸ οὖϲ ὑπάρχον αἰτιατικῆϲ οὐκ ἀντίκειται ἡμῖν, οὐδὲ γὰρ ἐκλίθη, ἀλλ᾿ ὡμοφώνηϲε τῇ ἰδίᾳ εὐθείᾳ. τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν καὶ αἰτιατικὴν οἷον τὸ βῆμα τοῦ βήματοϲ τῷ βήματι τὸ βῆμα ὦ βῆμα, τὸ ξύλον τοῦ ξύλου τῷ ξύλῳ τὸ ξύλον ὦ ξύλον. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ οὖϲ ἄκλιτόν ἐϲτι. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδὲν οὐδέτερον εἰϲ ουϲ λήγει εἰ μὴ μόνον τὸ οὖϲ. ἐπειδὴ οὖν τοῦτο, φημὶ δὲ τὸ οὖϲ, οὐκ ἔϲχεν ἄλλο ὅμοιον, εἰκότωϲ ὡϲ μὴ ἔχον τί μιμήϲαϲθαι, ἄκλιτον ἔμεινεν. ἰϲτέον δὲ ὅτι τὸ δέμαϲ ἄκλιτόν ἐϲτι. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐϲτὶν ἄκλιτον. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδὲν εἰϲ ᾱϲ οὐδέτερον ἔχει πρὸ τοῦ ᾱ τὸ οἷον γῆραϲ, κῶαϲ, κρέαϲ, τέραϲ. ἐπειδὴ οὖν τὸ δέμαϲ εἰϲ ᾱϲ ἐϲτὶν οὐδέτερον καὶ ἔχει πρὸ τοῦ ᾱ τὸ μ, εἰκότωϲ ὡϲ μὴ ἔχον τι μιμήϲαϲθαι ἄκλιτον ἔμεινε.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
