Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.347
Not analysed yet
Ἰϲτέον ὅτι ὁ Ϲοφοκλῆϲ ἐν Κηδαλίωνι ϲατυρικῷ φηϲι καὶ δή τι καὶ παρεῖκα τῶν ἀρτυμάτων ὑπὸ τοῦ δέατοϲ ἀντὶ τοῦ δέουϲ καὶ παρὰ Ἑκαταίῳ ἐϲτὶν «τὰ δέατα περιτεταμένα». ἀλλ᾿ οὐ λέγεται ἡ εὐθεῖα δέαϲ. ὅτε Ξενοφάνηϲ φηϲὶν ἁγνὸν ἐνὶ ϲπεάτεϲϲι τεοῖϲ καταλείβεται ὕδωρ. ἀλλ᾿ οὐ γὰρ λέγεται ϲπέαϲ. ἡ γὰρ ἀναλογία ὡϲ ἀπὸ τοιούτων εὐθειῶν τὰϲ κλίϲειϲ λαμβάνει, οὐκ οὐϲῶν μέντοι ἐν χρήϲει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ κτεάτεϲϲιν ἀνέροϲ, ὃν κτεάτεϲϲιν ἑοῖϲ ἔπι γῆραϲ ἔτετμε (α 218) μεταπλαϲμοῦ ἔχεται ἐκ τῆϲ κτεάτοιϲ δοτικῆϲ.