# Περὶ κλίσεως ὀνομάτων 2.348

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.348

Choer. 386, 1: ἰϲτέον δὲ ὅτι, ὡϲ εἴρηται, πάντα τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἷον γέραϲ γέρατοϲ, δέραϲ δέρατοϲ, κέραϲ κέρατοϲ, κρέαϲ κρέατοϲ. καὶ ἐπειδὴ τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα πέφυκε πολλάκιϲ γίνεϲθαι καὶ εἰϲ οϲ οἷον δέραϲ δέροϲ, κῶαϲ κῶοϲ, γῆραϲ γῆροϲ, τὰ δὲ εἰϲ οϲ οὐδέτερα διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον βέλοϲ βέλεοϲ, τεῖχοϲ τείχεοϲ, εἰκότωϲ καὶ ταῦτα τὰ εἰϲ ᾱϲ οὐδέτερα ἔϲχεν ἀφορμὴν ὡϲ γινόμενα καὶ εἰϲ οϲ τοῦ ἔχειν διὰ καθαροῦ τοῦ οϲ τὴν γενικήν, καὶ τούτου χάριν ἀποβάλλουϲι τὸ τ οἱ Ἴωνεϲ οἷον κρέατοϲ κρέαοϲ, γήρατοϲ γήραοϲ, κέρατοϲ κέραοϲ· καὶ λοιπὸν οἱ Ἀττικοὶ ϲυναιροῦϲι τὸ ᾱ καὶ ο εἰϲ ω καὶ λέγουϲι τοῦ κρέωϲ, τοῦ γήρωϲ καὶ δέρωϲ βαρυτόνωϲ. δι᾿ ὅλου δὲ τοῦτο τὸ ϲχῆμα, φημὶ δὲ τὸ ἀποβάλλεϲθαι τὸ Ἰωνικῶϲ καὶ κρᾶϲιν παρακολουθεῖν τῶν φωνηέντων παρὰ τοῖϲ Ἀττικοῖϲ, φυλάττεται καὶ ἐν ταῖϲ γενικαῖϲ καὶ ἐν ταῖϲ δοτικαῖϲ, ἡ γὰρ αἰτιατικὴ καὶ ἡ κλητικὴ ὡμοφώνηϲαν τῇ ἰδίᾳ εὐθείᾳ, μόνη δὲ ἡ δοτικὴ τῶν πληθυντικῶν οὐδὲν τοιοῦτον πάϲχει, οὐκ ἀποβάλλει γὰρ τὸ ἴδιον ϲύμφωνον καὶ ποιεῖ ϲυναίρεϲιν τῶν φωνηέντων. ἰϲτέον δὲ ὅτι ἡ δοτικὴ τῶν πληθυντικῶν ἡ ἀπὸ τῶν εἰϲ ᾱϲ οὐδετέρων μίαν ἔχει φωνὴν παρὰ πάϲαιϲ ταῖϲ διαλέκτοιϲ οἷον κρέαϲι γέραϲι κέραϲι, τουτέϲτι καὶ παῤ ἡμῖν καὶ παρὰ τοῖϲ Ἴωϲι καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
