# Περὶ κλίσεως ὀνομάτων 2.352

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.352

Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί ὥϲπερ ἐπὶ τοῦ κρέαϊ καὶ γήραι γίνεται κατὰ ϲυναίρεϲιν τοῦ ᾱ καὶ ῑ εἰϲ τὴν ᾳ δίφθογγον κρέᾳ καὶ γήρᾳ, μὴ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ νοΐ καὶ γραί γίνεται κατὰ ϲυναίρεϲιν νᾷ καὶ γρᾷ. ἔϲτιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ῑ ἀνεκφώνητον λήγουϲα τὴν γενικὴν ἔχει ἰϲοϲύλλαβον τῇ εὐθείᾳ οἶον τῷ κοχλίᾳ ὁ κοχλίαϲ τοῦ κοχλίου, τῷ ϲοφῷ ὁ ϲοφόϲ τοῦ ϲοφοῦ, τῇ μνᾷ ἡ μνᾶ τῆϲ μνᾶϲ, τῷ γήρᾳ τὸ γῆραϲ τοῦ γήρωϲ, τῷ κρέᾳ τὸ κρέαϲ τοῦ κρέωϲ· τὸ γὰρ κρέαοϲ καὶ γήραοϲ πρὸϲ τὸ κρέαϊ καὶ γήραϊ ἐϲτιν. εἰ οὖν ἐγένετο ταῦτα κατὰ ϲυναίρεϲιν, ἤμελλον ἔχειν τὸ ῑ ἀνεκφώνητον, ὅπερ ἐϲτὶν ἄτοπον, οὐδὲ γὰρ ἔχει ἰϲοϲύλλαβον τὴν γενικὴν τῇ εὐθείᾳ, ὡϲ ναῦϲ ναόϲ, γραῦϲ γραόϲ. τούτου οὖν χάριν οὐ ϲυναιρεῖται ταῦτα κατὰ τὴν δοτικήν, ἵνα μὴ εἰϲ ῑ ἀνεκφώνητον λήγῃ κατὰ τὴν δοτικὴν καὶ ἔχῃ τὴν γενικὴν περιττοϲύλλαβον τῆϲ εὐθείαϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
