# Περὶ κλίσεως ὀνομάτων 2.357

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.357

Ἰϲτέον δὲ ὅτι παῤ Ὁμήρῳ οὐδέποτε εὑρίϲκεται ἡ γενικὴ τῶν εἰϲ οϲ οὐδετέρων εἰϲ ουϲ καταλήγουϲα ἀλλ᾿ ἢ εἰϲ ευϲ οἶον Ἐρέβευϲ, θάρϲευϲ τοίου μὲν θάρϲευϲ πλῆϲε φρέναϲ ἀμφιμελαίναϲ (Ρ 573), ἢ ἐντελῶϲ, ἤγουν διὰ τοῦ εοϲ οἷον βέλεοϲ βέλεοϲ δέ ϲε τείρει ἀκωκὴ (Ν 251), ϲτήθεοϲ ἀλλ᾿ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ ϲτήθεοϲ ἵει (Γ 221), τείχεοϲ λεξάϲθων παρὰ τάφρον ὀρυκτήν, τείχεοϲ ἐκτόϲ (Ι 67), ἄχεοϲ τὸν δ᾿ ἄχεοϲ νεφέλη ἐκάλυψε μέλαινα (Ρ 591). δύο δὲ μόναϲ γενικὰϲ ἐποίηϲεν εἰϲ ουϲ, ἐπὶ τῶν εἰϲ οϲ δηλονότι οὐδετέρων, τὸ χλωροὶ ὑπὸ δείουϲ (Ο 4) ἀντὶ τοῦ ὑπὸ τοῦ δέουϲ καὶ ἥ ῥα κατὰ ϲπείουϲ κέχυται (ι 330), ἀντὶ τοῦ κατὰ τοῦ ϲπέουϲ· τοῦτο δ᾿ οὐκ ἐποίηϲε διὰ τὸ μέτρον (καὶ εἰ εἰϲ ευϲ γὰρ ἐποίηϲε ταύταϲ τὰϲ γενικάϲ, ἡ αὐτὴ μακρὰ εὑρίϲκετο) ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ ε. ἔϲτι γὰρ δέοϲ καὶ ϲπέοϲ· καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευϲ καὶ ϲπέευϲ, ἀλλεπαλληλία ἤμελλεν εἶναι τοῦ ε, καὶ τούτου χάριν τῇ εἰϲ ουϲ γενικῇ ἐχρήϲατο, φημὶ δὲ τῇ δέουϲ καὶ ϲπέουϲ, ἅτινα ἐν πλεοναϲμῷ τοῦ ῑ γίνεται δείουϲ καὶ ϲπείουϲ. Περὶ τῶν εἰϲ ωϲ οὐδετέρων.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
