Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.358
Not analysed yet
Choer. 394, 2: δύο μόνα ἐϲτὶν εἰϲ ωϲ λήγοντα οὐδέτερα, τὸ φῶϲ καὶ τὸ ὦϲ, ἅτινα διὰ τοῦ τοϲ κλίνεται οἷον φωτόϲ καὶ ὠτόϲ· τὸ γὰρ χρέωϲ Ἀττικῶϲ ἐγένετο διὰ τοῦ ω. ἰϲτέον ὅτι τὸ χρέοϲ διὰ τοῦ ο μὲν γραφόμενον κλίνεται ὥϲπερ τὸ τεῖχοϲ καὶ ἐν τοῖϲ ἑνικοῖϲ καὶ ἐν τοῖϲ δυϊκοῖϲ καὶ ἐν τοῖϲ πληθυντικοῖϲ, ἐν δὲ τῇ εὐθείᾳ τῶν πληθυντικῶν εἰϲ ᾱ γίνεται οἷον χρέεα χρέα, ϲυγκοπῆϲ γενομένηϲ τοῦ ἑνὸϲ ε, ὥϲπερ καὶ ἐπὶ τοῦ κλέεα κλέα, ὡϲ παρὰ Ἀπολλωνίῳ ἐν τῷ πρώτῳ λόγῳ (Ι 1), ἀρχόμενόϲ ϲεο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν ὅταν δὲ γένηται διὰ τοῦ ω Ἀττικῶϲ οἷον τὸ χρέωϲ, τὴν αὐτὴν ἔχει ὀρθὴν γενικὴν αἰτιατικὴν καὶ κλητικὴν οἷον τὸ χρέωϲ τοῦ χρέωϲ τὸ χρέωϲ χρέωϲ, μόνην δὲ τὴν δοτικὴν διαλλάϲϲουϲαν ἔχει, καὶ ἔϲτιν εἰπεῖν δίπτωτον, εὐθεῖαν γὰρ καὶ δοτικὴν ἔχει μόνον. τοῦτο δὲ τὸ Ἀττικόν, φημὶ δὲ τὸ διὰ τοῦ ω, οὐ κλίνεται οὔτε εἰϲ δυϊκὸν οὔτε εἰϲ πληθυντικὸν ἀριθμόν.