# Περὶ κλίσεως ὀνομάτων 2.359

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.359

Ἰϲτέον δὲ ὅτι τὸ φῶϲ καὶ τὸ ὦϲ καὶ περιϲπᾶται καὶ διὰ τοῦ τοϲ κλίνεται οἷον φωτόϲ καὶ ὦτόϲ. διὰ τοῦ τοϲ δὲ κλίνεται διὰ τοιαύτην αἰτίαν· ἔϲτιν ὄαϲ καὶ φάοϲ· τοῦτο μὲν τὸ φάοϲ καθ᾿ ὑπερβιβαϲμὸν τοῦ ο γίνεται φόαϲ, τὸ δὲ ὄαϲ γίνεται ἐκ τοῦ οὖαϲ κατὰ ἀποβολὴν τοῦ υ, ἐξ οὗ κατὰ κρᾶϲιν οὖϲ, ὅπερ ἐϲτὶν ἄκλιτον· ταῦτα δὲ φημὶ τὸ ὄαϲ καὶ φόαϲ διὰ τοῦ τ κλίνεται οἷον ὄατοϲ καὶ φόατοϲ. τὰ γὰρ εἰϲ ᾱϲ οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἶον φρέαϲ φρέατοϲ, κρέαϲ κρέατοϲ γῆραϲ γήρατοϲ. καὶ λοιπὸν κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ ω γίνεται φῶϲ καὶ ὦϲ ὥϲπερ κρείττονα κρείττοα κρείττω, βελτίονα βελτίοα βελτίω, ἀρείονα ἀρείοα ἀρείω, καὶ φυλάττει τὴν αὐτὴν κλίϲιν φημὶ δὲ τὴν διὰ τοῦ τοϲ οἷον φωτόϲ καὶ ὠτόϲ. τὰ γὰρ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἷον τιμήειϲ τιμήεντοϲ τιμῆϲ τιμῆντοϲ, δαφνήειϲ δαφνήεντοϲ δαφνῆϲ δαφνῆντοϲ, πλόοϲ πλόου πλοῦϲ πλοῦ, χρύϲεοϲ χρυϲέου χρυϲοῦϲ χρυϲοῦ, ἀργύρεοϲ ἀργυρέου ἀργυροῦϲ ἀργυροῦ, οὕτωϲ οὖν καὶ φόαϲ φόατοϲ καὶ φῶϲ φωτόϲ, καὶ ὄαϲ ὄατοϲ καὶ ὦϲ ὠτόϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
