# Περὶ κλίσεως ὀνομάτων 2.360

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.360

Ἰϲτέον δὲ ὅτι τινὲϲ τὸ φῶϲ ἀπὸ τοῦ φάοϲ λέγουϲι γεγενῆϲθαι κατὰ κρᾶϲιν τοῦ ᾱ καὶ ο εἰϲ ω, οἵτινεϲ οὐκ ἀκριβῶϲ λέγουϲι· τὸ γὰρ φάοϲ εἰϲ δῦϲ ἔχει τὴν γενικὴν οἷον φάουϲ. ἔχομεν γὰρ ὅτι τὸ εἰϲ οϲ οὐδέτερα ὀνόματα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον τεῖχοϲ τείχουϲ, βάθοϲ βάθουϲ, ἦθοϲ ἤθουϲ, βέλοϲ βέλουϲ τὸ δὲ φῶϲ διὰ τοῦ τοϲ κλίνεται οἷον φωτόϲ. εἰ δὲ ἦν ἀπὸ τοῦ φάοϲ, ὤφειλεν ὁμοίωϲ αὐτῷ εἰϲ ουϲ ἔχειν τὴν γενικήν, ἐπειδὴ τὰ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν. κρεῖττον οὖν ἐϲτι ϲχηματίϲαι αὐτὸ ἀπὸ τοῦ φάοϲ καθ᾿ ὑπερβιβαϲμὸν τοῦ ο φόαϲ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ ω, φῶϲ δηλονότι· οὐκέτι. γὰρ ἡ κλίϲιϲ ἀντίκειται, καὶ τὸ φόαϲ γὰρ διὰ τοῦ τοϲ κλίνεται. καὶ ἐπὶ ἄλλων δὲ ἔχομεν πρῶτον ὑπερβιβαϲμὸν γενόμενον, καὶ οὕτωϲ κρᾶϲιν, ὡϲ ἐπὶ τοῦ «πεδία λωτεῦντα» (Μ 283), ἀντὶ τοῦ ἀνθοῦντα λωτὸν ἔχοντα (λωτὸϲ δέ ἐϲτιν εἶδοϲ βοτάνηϲ).ἐὰν γὰρ ἀπὸ τοῦ λωτόενταεἴπωμεν αὐτό, λωτοῦντα εἶχεν εἶναι διὰ τῆϲ ου διφθόγγου· τὸ γὰρ ο καὶ ε οὐδέποτε εἰϲ τὴν ευ δίφθογγον κίρναται ἀλλ᾿ εἰϲ τὴν ου οἷον τὸ ἐμόν τοὐμόν, προέϲτη προὔϲτη, προέβη προὔβη· ἀλλὰ λέγομεν ὅτι ἀπὸ τοῦ λωτόεντα καθ’ ὑπερβιβαϲμὸν τοῦ ε γέγονε λωτέοντα, καὶ κατὰ κρᾶϲιν Δωρικὴν ἢ Ἰωνικὴν τοῦ ε καὶ ο εἰϲ τὴν ευ δίφθογγον λωτεῦντα, ὥϲπερ Ἐρέβεοϲ Ἐρέβευϲ, ἐξ Ἐρέβευϲ ἄξοντα κύνα ϲτυγεροῦ Ἀΐδαο (Θ 368).

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
