# Περὶ κλίσεως ὀνομάτων 2.43

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.43

Τὰ εἰϲ αϲ περιϲπώμενα, εἰ μόνωϲ κύρια ἢ ὑποκοριϲτικὰ ἢ ἐπιϲκόμματα ἢ ἀπὸ ϲυμβεβηκότοϲ, ἰϲοϲυλλάβωϲ κλίνεται. κύρια μὲν οἷον Μηνᾶϲ Μηνᾶ, Ζηνᾶϲ Ζηνᾶ, Μητρᾶϲ Μητρᾶ, Κομητᾶϲ Κομητᾶ, Φιλητᾶϲ Φιλητᾶ καὶ τὰ ὅμοια. ὑποκοριϲτικὰ δὲ οἷον ὀϲτρακᾶϲ ὀϲτρακᾶ, πινακᾶϲ πινακᾶ, λαχανᾶϲ λαχανᾶ. ἐπιϲκώμματα δὲ οἶον καταφαγᾶϲ καταφαγᾶ, δακνᾶϲ δακνᾶ. ἀπὸ ϲυμβεβηκότοϲ δὲ οἷον τρεϲᾶϲ τρεϲᾶ ὁ δειλόϲ. εἰ δὲ μὴ οὕτωϲ ἔχοι, περιττοϲυλλάβωϲ κλίνεται οἷον πελεκᾶϲ πελεκᾶντοϲ, ἱλᾶϲ ἱλᾶντοϲ (ϲημαίνει δὲ τὸν εὐμενῆ), ἀλλᾶϲ ἀλλᾶντοϲ, χωρὶϲ τοῦ ἀτταγᾶϲ ἀτταγᾶ· τοῦτο γὰρ ἰϲοϲυλλάβωϲ κλίνεται. ϲεϲημείωται ἐν τοῖϲ κυρίοιϲ τὸ Γλιϲᾶϲ Γλιϲᾶντοϲ περιττοϲυλλάβωϲ κλιθὲν (ἔϲτι δὲ ὄνομα πόλεωϲ) καὶ τὸ παρὰ τῷ κωμικῷ ἰϲοϲυλλάβωϲ κλινόμενον Μαρικᾶϲ βάρβαρον ὄνομα «Εὕπολιϲ μὲν τὸν Μαρικᾶν πρώτιϲτον παρείλκυϲεν» (Nub. 557) διὰ τοῦ ντ κλίνεται «ἀλλ’οὖν ἔγωγέ ϲοι λέγω Μαρικᾶντα μή κολάζειν».

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
