# Περὶ κλίσεως ὀνομάτων 2.44

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.44

Περὶ κινήϲεωϲ τῶν εἰϲ αϲ περιττοϲυλλάβωϲ κλινομένων. Choer. 99, 12. πᾶϲα γενικὴ εἰϲ οϲ λήγουϲα τροπῇ τοῦ οϲ εἰϲ ι. τὴν δοτικὴν ποιεῖ ὁμότονον καὶ ὑμόχρονον οἷον φωτόϲ φωτί, ἀνδρόϲ ἀνδρί, χηνόϲ χηνί, μηνόϲ μηνί, παιδόϲ παιδί, Αἴαντοϲ Αἴαντι, ταχέοϲ ταχέϊ, ἡδέοϲ ἡδέι.· τὸ δὲ Αἴαντι δὲ μάλιϲτα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) κοινὴν ἔχει τὴν τι ϲυλλαβήν. ἀπαρτίζει γὰρ εἰϲ μέροϲ τοῦ λόγου τὸ ἰῶτα, καὶ τούτου χάριν ἀντὶ μακρᾶϲ παραλαμβάνεται, ὡϲ ἐπὶ τοῦ Νέϲτορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπηϲ (Ξ 1) ἡ θεν ϲυλλαβὴ ἀπαρτίζει εἰϲ μέροϲ λόγου καὶ ἀντὶ μακρᾶϲ παραλαμβάνεται. τὸ δὲ ταχέοϲ ταχέϊ, ἡδέοϲ ἡδέϊ ὁμότονά ἐϲτι καὶ ὁμόχρονα· ὅτε δὲ γένηται κατὰ ϲυναίρεϲιν τῷ ταχεῖ καὶ τῷ ἡδεῖ, τὸ ε καὶ τὸ ι, εἰϲ τὴν ει δίφθογγον μετελθόντα τότε, οὔτε τόνον τῆϲ γενικῆϲ φυλάττει οὔτε χρόνον, ἐπειδὴ πέπονθεν ἡ δοτική.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
