Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.45
Not analysed yet
ἔχει ὀρθὰϲ καὶ κλητικὰϲ οἷον τύψαϲ τύψαντοϲ ὦ τύψαϲ, λέξαϲ λέξαντοϲ ὦ λέξαϲ, τύπτων τύπτοντοϲ ὦ τύπτων, ὁ ὀδοὺϲ τοῦ ὀδόντοϲ ὦ ὀδούϲ. πρόϲκειται «περιττοϲυλλάβωϲ κλινόμενα», ἐπειδὴ ὅτε ἰϲοϲυλλάβωϲ κλίνεται, οὐκ ἔχει τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν. ἰδοὺ γὰρ ὁ τυπτόμενοϲ τοῦ τυπτομένου μετοχὴ καὶ τούτου ἡ κλητικὴ ὦ τυπτόμενέ ἐϲτι· καὶ ὁ ἐρώμενοϲ τοῦ ἐρωμένου ὄνομα μετοχικὸν καὶ τούτου ἡ κλητικὴ ὦ ἐρώμενέ ἐϲτιν. ἔτι δεῖ προϲθεῖναι ἐν τῷ κανόνι «χωρὶϲ τῶν Ἀττικῶν ». οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ εἰώθαϲι ποιεῖν ὀρθὰϲ καὶ κλητικὰϲ οἷον ὁ θόαϲ ὦ Θόαϲ, ὁ Αἴαϲ ὦ Αἴαϲ ὦ οὗτοϲ Αἴαϲ, δεύτερόν ϲε προϲκαλῶ (Soph. Ai. 89), ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τῶν εἰϲ αϲ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυτόνων παρὰ τὸ δάμνω ϲυντεθειμένων »οἷον Πολυδάμαϲ Πολυδάμαντοϲ ὦ Πολυδάμα Πολυδάμα ϲὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύειϲ (Ϲ 285), Λαοδάμαϲ Λαοδάμαντοϲ ὦ Λαοδάμα. ταῦτα δὲ λέγομεν εἶναι ποιητικά. ἢ λέγομεν ὅτι καθόλου τὰ εἰϲ αϲ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα οὐ θέλει ἔχειν τὴν κλητικὴν εἰϲ ν, εἴτε περιττοϲυλλάβωϲ κλίνεται εἴτε ἰϲοϲυλλάβωϲ οἷον Εὐρυδάμαϲ Εὐρυδάμαντοϲ ὦ Εὐρυδάμα, Ἀλκιδάμαϲ Ἀλκιδάμαντοϲ ὦ Ἀλκιδάμα, κοχλίαϲ κοχλίου ὦ κοχλία, Αἰνείαϲ Αἰνείου ὦ Αἰνεία χωρὶϲ εἰ μὴ ἀπὸ διϲυλλάβων εὑρεθῇ ϲύνθετα, ἐκεῖνα γὰρ τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν, οἷον Λυκοθόαϲ Λυκοθόαντοϲ ὦ Λυκοθόαν τοῦ γὰρ Θόαντοϲ τὴν κλητικὴν ἐφύλαξε· καὶ πάλιν παμμέλαϲ παμμέλανοϲ ὦ παμμέλαν, τριτάλαϲ τριτάλανοϲ ὦ τριτάλαν· τὴν γὰρ τοῦ τάλαϲ καὶ μέλαϲ κλίϲιν ἐφύλαξεν. παραφυλαττόμεθα δὲ ἐν τῷ νῦν εἰρημένῳ κανόνι τὸ Εὐρυδάμαϲ ὦ Εὐρυδάμαν παρὰ τῷ Ἀλκαίῳ μετὰ τοῦ ν λεγόμενον κατὰ τὴν κλητικήν, καὶ παρὰ Πινδάρῳ ὦ ἀκαμαντοχάρμαν οἷον ὑπερμενὲϲ ἀκαμαντοχάρμαν Αἶαν, περὶ οὗ ἔϲτιν εἰπεῖν, ὅτι κατὰ ϲυνεκδρομὴν τοῦ Αἶαν ἐγένετο ἀκαμαντοχάρμαν, μετὰ τοῦ ν, διὰ τὴν ἐπαλληλίαν τῶν φωνηέντων· ἐπεὶ εἰ οὕτω ἐγένετο ὤ ἀκαμαντοχάρμα Αἶαν, ἀλλεπαλληλία ἔμελλεν εἶναι τῶν φωνηέντων, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο.