# Περὶ κλίσεως ὀνομάτων 2.45

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.45

ἔχει ὀρθὰϲ καὶ κλητικὰϲ οἷον τύψαϲ τύψαντοϲ ὦ τύψαϲ, λέξαϲ λέξαντοϲ ὦ λέξαϲ, τύπτων τύπτοντοϲ ὦ τύπτων, ὁ ὀδοὺϲ τοῦ ὀδόντοϲ ὦ ὀδούϲ. πρόϲκειται «περιττοϲυλλάβωϲ κλινόμενα», ἐπειδὴ ὅτε ἰϲοϲυλλάβωϲ κλίνεται, οὐκ ἔχει τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν. ἰδοὺ γὰρ ὁ τυπτόμενοϲ τοῦ τυπτομένου μετοχὴ καὶ τούτου ἡ κλητικὴ ὦ τυπτόμενέ ἐϲτι· καὶ ὁ ἐρώμενοϲ τοῦ ἐρωμένου ὄνομα μετοχικὸν καὶ τούτου ἡ κλητικὴ ὦ ἐρώμενέ ἐϲτιν. ἔτι δεῖ προϲθεῖναι ἐν τῷ κανόνι «χωρὶϲ τῶν Ἀττικῶν ». οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ εἰώθαϲι ποιεῖν ὀρθὰϲ καὶ κλητικὰϲ οἷον ὁ θόαϲ ὦ Θόαϲ, ὁ Αἴαϲ ὦ Αἴαϲ ὦ οὗτοϲ Αἴαϲ, δεύτερόν ϲε προϲκαλῶ (Soph. Ai. 89), ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τῶν εἰϲ αϲ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυτόνων παρὰ τὸ δάμνω ϲυντεθειμένων » οἷον Πολυδάμαϲ Πολυδάμαντοϲ ὦ Πολυδάμα Πολυδάμα ϲὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύειϲ (Ϲ 285), Λαοδάμαϲ Λαοδάμαντοϲ ὦ Λαοδάμα. ταῦτα δὲ λέγομεν εἶναι ποιητικά. ἢ λέγομεν ὅτι καθόλου τὰ εἰϲ αϲ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα οὐ θέλει ἔχειν τὴν κλητικὴν εἰϲ ν, εἴτε περιττοϲυλλάβωϲ κλίνεται εἴτε ἰϲοϲυλλάβωϲ οἷον Εὐρυδάμαϲ Εὐρυδάμαντοϲ ὦ Εὐρυδάμα, Ἀλκιδάμαϲ Ἀλκιδάμαντοϲ ὦ Ἀλκιδάμα, κοχλίαϲ κοχλίου ὦ κοχλία, Αἰνείαϲ Αἰνείου ὦ Αἰνεία χωρὶϲ εἰ μὴ ἀπὸ διϲυλλάβων εὑρεθῇ ϲύνθετα, ἐκεῖνα γὰρ τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν, οἷον Λυκοθόαϲ Λυκοθόαντοϲ ὦ Λυκοθόαν τοῦ γὰρ Θόαντοϲ τὴν κλητικὴν ἐφύλαξε· καὶ πάλιν παμμέλαϲ παμμέλανοϲ ὦ παμμέλαν, τριτάλαϲ τριτάλανοϲ ὦ τριτάλαν· τὴν γὰρ τοῦ τάλαϲ καὶ μέλαϲ κλίϲιν ἐφύλαξεν. παραφυλαττόμεθα δὲ ἐν τῷ νῦν εἰρημένῳ κανόνι τὸ Εὐρυδάμαϲ ὦ Εὐρυδάμαν παρὰ τῷ Ἀλκαίῳ μετὰ τοῦ ν λεγόμενον κατὰ τὴν κλητικήν, καὶ παρὰ Πινδάρῳ ὦ ἀκαμαντοχάρμαν οἷον ὑπερμενὲϲ ἀκαμαντοχάρμαν Αἶαν, περὶ οὗ ἔϲτιν εἰπεῖν, ὅτι κατὰ ϲυνεκδρομὴν τοῦ Αἶαν ἐγένετο ἀκαμαντοχάρμαν, μετὰ τοῦ ν, διὰ τὴν ἐπαλληλίαν τῶν φωνηέντων· ἐπεὶ εἰ οὕτω ἐγένετο ὤ ἀκαμαντοχάρμα Αἶαν, ἀλλεπαλληλία ἔμελλεν εἶναι τῶν φωνηέντων, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
