# Περὶ κλίσεως ὀνομάτων 2.46

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.46

Choer. 106, 30: πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ι ἐκφωνούμενον λήγουϲα τροπῇ τοῦ ι εἰϲ ε τὴν εὐθεῖαν τῶν δυϊκῶν ποιεῖ οἷον Αἴαντι Αἴαντε, λέβητι λέβητε, βοῖ βόε. χωρὶϲ τῶν μὴ δυναμένων κλιθῆναι εἰϲ δυικά, καὶ χωρὶϲ τῶν ἀπὸ τῶν εἰϲ ω καὶ εἰϲ ωϲ θηλυκῶν καὶ τῶν πεπονθότων. πρόϲκειται «χωρὶϲ τῶν μὴ δυναμένων κλιθῆναι εἰϲ δυϊκὰ» διὰ τὸ εἶϲ καὶ ἕν. πῶϲ γὰρ τὸ εἰϲ καὶ τὸ ἕν εἰϲ δυϊκὰ κλίνεϲθαι δύναται, δυϊκῷ ἀριθμῷ θεωρηθῆναι μὴ δυνάμενα· ἐὰν γὰρ παραληφθῇ ἐν δυικῷ ἀριθμῷ καὶ τοῦ ϲημαινομένου ἐκπίπτει καὶ. οὐκ ἔτι ϲημαίνει τὸν ἕνα ἀριθμόν, ὥϲπερ καὶ ἐκ τοῦ ἐναντίου ὁ δύο ἀριθμὸϲ οὐ δύναται ἑνικῷ ἀριθμῷ θεωρηθῆναι. πρόϲκειται «καὶ χωρὶϲ τῶν ἀπὸ τῶν εἰϲ ω καὶ εἰϲ ωϲ θηλυκῶν», ἐπειδή ἐϲτιν ἡ Λητώ τῆϲ Λητοῦϲ τῇ Λητόϊ καὶ ἡ αἰδώϲ τῆϲ αἰδοῦϲ τῇ αἰδόι. καὶ ἰδοὺ ταῦτα εἰϲ ι ἐκφωνούμενον λήγει, καὶ οὐ τρέπει τὸ εἰϲ ε καὶ ποιεῖ τὴν εὐθεῖαν τῶν δυικῶν. οὐδὲ γὰρ λέγομεν τὰ Λητόε καὶ τὰ αἰδόε τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλὰ τὰ Λητώ καὶ τὰ αἰδώ εἰϲ ω, ὁμοφώνωϲ τῇ αἰτιατικῇ τῶν ἑνικῶν. πρόϲκειται χωρὶϲ τῶν πεπονθότων », ἐπειδή ἐϲτι πατέρι καὶ μητέρι καὶ γίνεται κατὰ ϲυγκοπὴν πατρί καὶ μητρί, καὶ ἰδοὺ ταῦτα εἰϲ ι ἐκφωνούμενον λήγει, καὶ ὅμωϲ οὐ τρέπει τὸ ι εἰϲ τὸ καὶ ποιεῖ τὴν εὐθεῖαν τῶν δυικῶν· οὐδὲ λέγομεν μῆτρε καὶ πάτρε τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλὰ μητέρε καὶ πατέρε, ὡϲ ἀπὸ τῆϲ ἐντελοῦϲ δοτικῆϲ μητέρι καὶ πατέρι.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
