# Περὶ κλίσεως ὀνομάτων 2.47

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.47

Choer. 107, 32. πᾶϲα εὐθεῖα δυικῶν εἰϲ ε ἢ εἰϲ ω λήγουϲα εἰϲ οιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν οἷον Αἴαντε Αἰάντοιν, βόε βοοῖν, Ὁμήρω Ὁμήροιν, ἀνθρώπω ἀνθρώποιν χωρὶϲ τῶν ἐπεκτεταμένων. ἔϲτι γὰρ τοιώδε καὶ τοϲώδε ἡ εὐθεῖα τῶν δυϊκῶν, καὶ γίνεται ἡ γενικὴ καὶ δοτικὴ τοιοῖνδε καὶ τοϲοῖνδε. ἰδοὺ γὰρ ἐνταῦθα εἰϲ ἑ λήγουϲα ἡ εὐθεῖα τῶν δυϊκῶν, οὐ λήγει εἰϲ οιν ἡ γενικὴ καὶ δοτική ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἔκταϲιν ἀνεδέξατο, ἤγουν πρόϲθεϲιν τῆϲ δε ϲυλλαβῆϲ. δεῖ γινώϲκειν, ὅτι ἐν τούτοιϲ κατὰ πτῶϲιν γίνεται ἡ ἔκταϲιϲ, ἔϲτι γὰρ τοίω καὶ τόϲω, καὶ κατ’ ἐπέκταϲιν τῆϲ δε ϲυλλαβῆϲ γίνεται τοιώδε καὶ τοϲώδε. καὶ πάλιν ἔϲτι τοίοιν καὶ τόϲοιν καὶ κατ’ ἐπέκταϲιν τῆϲ δε ϲυλλαβῆϲ τοιοῖνδε καὶ τοϲοῖνδε. τούτων οὕτωϲ ἐχόντων, τὸ ἄμφω καὶ δύο ἀναλόγωϲ ἔχει τὴν γενικὴν καὶ δοτικὴν εἰϲ οιν, ἀμφοῖν καὶ δυοῖν. τὸ δὲ δυοῖν γίνεται καὶ δυεῖν διὰ τῆϲ ει διφθόγγου κατὰ τροπὴν τοῦ ο εἰϲ τὸ ε.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
