# Περὶ κλίσεως ὀνομάτων 2.53

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.53

Choer. 113, 22. πᾶϲα εὐθεῖα εἰϲ ϲ λήγουϲα μετὰ μακρᾶϲ, περιττοϲυλλάβωϲ κλινομένη καὶ μὴ ϲυναιρουμένη κατὰ τὴν γενικήν, προϲθέϲει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οἷον λέβηϲ λέβητοϲ λέβηcι, Τρώϲ Τρωόϲ Τρωϲί, Πλεύϲ Πηλέωϲ Πηλεῦϲι, Αἴαϲ Αἴαντοϲ Αἴαϲιν. πρόϲκειται «εἰϲ ϲ λήγουϲα» διὰ τὰ εἰϲ ν λήγοντα οἷον διὰ τὸ αὐχήν καὶ ποιμήν καὶ ὅϲα τοιαῦτα· οὐδὲ γὰρ προϲθέϲει τοῦ ι ποιεῖ ταῦτα τὴν δοτικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τοῖϲ αὐχῆνι καὶ τοῖϲ ποιμῆνι, ἀλλὰ τοῖϲ αὐχέϲι καὶ τοῖϲ ποιμέϲι. πρόϲκειται «μετὰ μακρᾶϲ» διὰ τὸ ταχύϲ καὶ βραδύϲ καὶ τὰ τοιαῦτα· οὐδὲ γὰρ προϲθέϲει τοῦ ι ποιεῖ ταῦτα τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν τοῖϲ ταχύϲι καὶ τοῖϲ βραδύϲιν, ἀλλὰ τοῖϲ ταχέϲι καὶ τοῖϲ βραδέϲιν, ἐπειδὴ οὐκ ἔχει ἐκτεταμένον τὸ υ ἀλλὰ ϲυνεϲταλμένον. λέγει ὁ τεχνικὸϲ «πλὴν τοῦ πούϲ ποδόϲ ποϲί», ἐπειδὴ ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν κανονίζεται. πᾶϲα γὰρ δοτικὴἑνικῶν εἰϲ δι λήγουϲα τροπῇ τοῦ δ εἰϲ ϲ τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον Πάριδι Πάριϲι, ἔριδι ἔριϲι, Ἀδώνιδι Ἀδώνιϲι, Ἀθήνιδι Ἀθήνιϲιν, οὕτωϲ οὖν καὶ ποδί ποϲί. δεῖ προϲθεῖναι καὶ χωρὶϲ τῶν εἰϲ υϲ τῶν ἐχόντων τὸ υ ἐκτεταμένον»· ἐκεῖνα γὰρ προϲλαμβάνει τὸ ι καὶ οὐ φυλάττει τὸ υ ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἀλλὰ ϲυϲτέλλει αὐτὸ οἷον ἰχθῦϲ ὅϲ κε φάγῃϲι Λυκάονοϲ ἀργέτα δῆμον (Φ 127), ἰχθύοϲ ἰχθύϲι διὰ ϲυνεϲταλμένου τοῦ υ ἰχθύϲι τοῖϲ ὀλίγοιϲι (μ 252), καὶ πάλιν δρῦϲ δρυόϲ δρυϲίν ὁμοίωϲ διὰ ϲυνεϲταλμένου τοῦ υ παρὰ δρυϲὶ καὶ παρὰ πεύκαιϲ. ταῦτα δὲ καθόλου ϲυϲτέλλει τὸ υ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
