Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.54
Not analysed yet
Choer. 115, 12. ἑτι δεῖ προϲθεῖναι «χωρὶϲ τοῦ υἱέϲι παρ’ Ἀθηναίοιϲ», υἱεύϲ γὰρ ἡ εὐθεῖα τῶν ἑνικῶν ὡϲ Πηλεύϲ, καὶ λέγουϲι τὴν δοτικὴν τῶν πληθυντικῶν υἱέϲιν, ὀφείλοντεϲ εἰπεῖν τοῖϲ υἱεῦϲιν ὥϲπερ τοῖϲ Πηλεῦϲι, «καὶ τοῦ δρομέϲι παρὰ Καλλιμάχῳ»· ἐκεῖνο γὰρ οὗτοϲ ἐπέγραψεν, ὀφείλων ἐπιγράψαι δρομεῦϲι· δρομεύϲ γάρ ἐϲτιν ἡ εὐθεῖα τῶν ἑνικῶν. ἔτι δεῖ προϲθεῖναι καὶ χωρὶϲ τοῦ τάλαϲ καὶ τοῦ μέλαϲ, εἰϲ ϲ γάρ ἐϲτιν ἡ εὑθεῖα ἐπὶ πάντων μετὰ μακρᾶϲ, καὶ περιττοϲυλλάβωϲ κλίνεται τάλανοϲ καὶ μέλανοϲ, καὶ οὐ ϲυναιρεῖται κατὰ τὴν γενικήν, καὶ ὅμωϲ οὐ φυλάττει τὸ α ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν ἀλλὰ ϲυνεϲταλμένον· καὶ λέγομεν ὅτι ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν κανονίζεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, οἶον ἀπὸ τῆϲ τάλανι καὶ μέλανι, τροπῇ τοῦ ν εἰϲ ϲ· πᾶϲα γὰρ εὐθεῖα εἰϲ ν λήγουϲα τροπῇ τοῦ ν εἰϲ ϲ τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον μηνί μηϲί, χηνί χηϲί, ποιμένι ποιμέϲι, λιμένι λιμέϲι, Πλάτωνι Πλάτωϲι, Μέμνονι Μέμνοϲι, Τρύφωνι Τρύφωϲι· οὕτωϲ οὖν καὶ τάλανι τάλαϲι καὶ μέλανι μέλαϲι. καὶ λοιπόν, ἐπειδὴ ἡ δοτικὴ τῶν ἑνικῶν ϲυϲτέλλει τὸ α, εἰκότωϲ καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν ϲυϲτέλλει αὐτό, ὡϲ ἐξ αὐτῆϲ γεγενημένη.