# Περὶ κλίσεως ὀνομάτων 2.55

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.55

Choer. 116, 12: ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τοῦ κτείϲ κτενόϲ, δείϲ δενόϲ», ὅπερ μετὰ τῆϲ οὐ ἀποφάϲεωϲ καὶ τῆϲ μή ἀπαγορεύϲεωϲ γίνεται οὐδείϲ οὐδενόϲ καὶ μηδείϲ μηδενόϲ. ταῦτα γὰρ οὐ προϲλαμβάνει τὸ ι κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τοῖϲ κτειϲίν καὶ τοῖϲ δειϲί καὶ τοῖϲ μηδειϲίν, ἀλλὰ τοῖϲ κτεϲί καὶ τοῖϲ οὐδέϲι διὰ τοῦ ε μόνον, ἀπὸ γὰρ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν γίνεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, τροπῇ τοῦ ν εἰϲ ϲ οἷον κτενί κτεϲί, μηδενί μηδέϲι, οὐδενί οὐδέϲιν. ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τῶν εἰϲ ωϲ μετοχικῶν ὀνομάτων καὶ τῶν εἰϲ ωϲ μετοχῶν », οἷον Ἀραρώϲ Ἀραρότοϲ Ἀραρόϲιν, ἔϲτι δὲ ὄνομα υἱοῦ τοῦ Ἀριϲτοφάνουϲ, ὑποδεδιώϲ ὑποδεδιότοϲ ὑποδεδιόειν, ἔϲτι δὲ εἶδοϲ ὀρνέου, τετυφώϲ τετυφότοϲ τετυφόϲι, πεποιηκώϲ πεποιηκότοϲ πεποιηκόϲι. καὶ λέγομεν ὅτι ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν γίνεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, οἷον ἀπὸ τῆϲ Ἀραρότι καὶ. ὑποδεδιότι καὶ τετυφότι καὶ πεποιηκότι. κανῶν γάρ ἐϲτιν ὁ λέγων, ὅτι πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ι ἐκφωνούμενον λήγουϲα, πρὸ τοῦ ι λαμβάνουϲα τὸ ϲ, καὶ ἀποβάλλουϲα τὰ μὴ δυνάμενα ϲὺν αὐτῷ ἐκφωνηθῆναι ϲτοιχεῖα, τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον ὄφει ὄφεϲι, ἡδέϊ ἡδέϲι, ταχέϊ ταχέϲι, βραδέι βραδέϲι, Πλάτωνι Πλάτωϲι, Μέμνονι Μέμνοϲι, Ἕκτορι Ἕκτορϲι, Πάριδι Πάριϲιν· οὕτωϲ οὖν καὶ Ἀραρότι Ἀραρόϲι, καὶ ὑποδεδιότι ὑποδεδιόϲι, καὶ τετυφότι τετυφόϲι, καὶ πεποιηκότι πεποιηκόϲι, τοῦ ϲ προϲελθόντοϲ καὶ ἀποβληθέντων τῶν μὴ δυναμένωνι ϲὺν αὐτῷ ἐκφωνηθῆναι ϲτοιχείων.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
