# Περὶ κλίσεως ὀνομάτων 2.56

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.56

Choer. 117 , 25: πᾶϲα αἰτιατικὴ ἑνικῶν εἰϲ α λήγουϲα προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, οἶον Αἴαντα Αἶανταϲ, Θόαντα Θόανταϲ, Λάχητα Λάχηταϲ, ἔρωτα ἔρωταϲ, Κύπριδα Κύπριδαϲ. χωρὶϲ τῶν ἀπὸ τῶν εἰϲ ω καὶ εἰϲ ωϲ θηλυκῶν καὶ τῶν οὐδετέρων καὶ τῶν πεπονθότων. πρόϲκειται χωρὶϲ μὲν τῶν ἀπὸ τῶν εἰϲ ω καὶ εἰϲ ωϲ » διὰ τὸ ἡ Λητώ καὶ ἡ Ϲαπφώ καὶ ἡ αἰδώϲ καὶ ἡ ἠώϲ, ἰδοὺ γὰρ ἐπὶ τούτων αἱ ἑνικαὶ καὶ αἰτιατικαὶ αὐτῶν εἰϲ α λήγουϲιν, οἷον τὴν Λητόα καὶ Ϲαπφόα καὶ αἰδόα καὶ ἠόα, καὶ ὅμωϲ αἱ πληθυντικαὶ αἰτιατικαὶ αὐτῶν οὐ γίνονται προϲθέϲει τοῦ ϲ, οὐδὲ γὰρ λέγομεν τὰϲ Λητόαϲ καὶ Ϲαπφόαϲ καὶ τὰϲ αἰδόαϲ καὶ ἠόαϲ, ἀλλὰ τὰϲ Λητούϲ καὶ Ϲαπρούϲ καὶ τὰϲ αἰδούϲ καὶ ἠούϲ. «χωρὶϲ δὲ τῶν οὐδετέρων » πρόϲκειται διὰ τὸ βῆμα καὶ ἅρμα. ἰδοὺ γὰρ ἐπὶ τούτων εἰϲ α λήγει ἡ αἰτιατικὴ τῶν ἑνικῶν, καὶ ὅμωϲ οὐ ποιεῖ προϲθέϲει τοῦ ϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν βήμαϲ καὶ ἅρμαϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, ἀλλὰ τὰ βήματα καὶ τὰ ἅρματα. πρόϲκειται «χωρὶϲ τῶν πεπονθότων » διὰ τὸ νιφάϲ νιφάδοϲ νιφάδι νιφάδα. τὸ γὰρ νιφάδα γίνεται κατὰ πάθοϲ, ἤγουν κατὰ ἀποκοπήν, νίφα, ὡϲ παρὰ τῷ ποιητῇ (Hesiod. Opp. 533) ἀλευάμενοϲ νίφα λευκήν, δοῦ γὰρ εἰϲ α λήγει ἡ αἰτιατικὴ τῶν ἑνικῶν, καὶ ὅμωϲ οὐ ποιεῖ προϲθέϲει τοῦ ϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τὰϲ νίφαϲ, ἀλλὰ τὰϲ νιφάδαϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
