# Περὶ κλίσεως ὀνομάτων 2.62

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.62

Choer. 124, 5: ἔτι δεῖ προϲθεῖναι «χωρὶϲ τῶν κατὰ διάλεκτον », ἐπειδὴ οἱ Αἰολεῖϲ ταῖϲ εἰϲ ω ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲι τὸ ι, τῶ Ὁμήρω γάρ φαϲι καὶ τῶ ϲοφῶ χωρὶϲ τοῦ ι. καὶ πάλιν οἱ Βοιωτοὶ ταῖϲ εἰϲ η ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲι τὸ ι, τῆ Ἐλέν γάρ φαϲι καὶ τῆ Πηνελόπη χωρὶϲ τοῦ ι. ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τῶν διὰ τὸ μέτρον ». ἔϲτι γὰρ ὁ ζελᾶϲ τοῦ ζελά τῷ ζελά (οὕτωϲ δὲ λέγεται κατὰ Θρᾶκαϲ ὁ οἶνοϲ), καὶ τούτου ἡ δοτικὴ εὑρίϲκεται παρ’ Εὐπόλιδι χωρὶϲ τοῦ ι. ϲυϲτεῖλαι γὰρ βουλόμενοϲ τὸ α οὐ προϲέγραψε τὸ ι, οἷον ταυτὸν ποιεῖ τό τ’ Ἀττικὸν τῷ ζελά, ϲὺν γὰρ κεραννοῖϲ (κεράννυϲ). ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τῶν πεπονθότων». ἔϲτι γὰρ τῷ κυανοχαίτῃ, καὶ γίνεται κατὰ μεταπλαϲμὸν τῷ κυανοχοίτα, καὶ οὐκ ἔχει προϲγεγραμμένον τὸ ι, οἶον ὡϲ παρὰ Ἀντιμάχῳ, πατρί τε κυανοχαῖτα Ποϲειδάωνι πεποιθώϲ, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν. καὶ πάλιν ἔϲτι πατήρ πατρόϲ πατρί, καὶ μήτηρ μητρόϲ μητρί, καὶ ἰδοὺ ἐπὶ τούτων ἡ γενικὴ ἰϲοϲυλλαβεῖ τῇ εὐθείᾳ, καὶ οὐκ ἔχει τὴν δοτικὴν εἰϲ ι ἀνεκφώνητον λήγουϲαν, ἀλλ’ εἰϲ ι ἐκφωνούμενον· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ γενικὴ καὶ ἰϲοϲυλλαβεῖ τῇ εὐθείᾳ, ὡϲαύτωϲ δὲ καὶ ἡ δοτικὴ πέπονθεν, οἷον πατέροϲ πατέρι, καὶ μητέροϲ μητέρι, καὶ κατὰ ϲυγκοπὴν πατρόϲ καὶ μητρόϲ καὶ πατρί καὶ μητρί.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
