# Περὶ κλίσεως ὀνομάτων 2.75.1

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.75.1

Choer. 204, 29. Ἡ κλητικὴ τριχῶϲ λέγεται. λέγεται γὰρ καὶ ὦ χαρίειϲ ὁμοφώνωϲ τῇ εὐθείᾳ Ἀττικῶϲ, οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ [ἔχουϲιν] εἰώθαϲι ποιεῖν ὀρθὰϲ καὶ κλητικάϲ, οἷον ὁ Αἴαϲ ὦ Αἴαϲ, ὁ κοχλίαϲ ὤ κοχλίαϲ. τὸ δὲ ὦ χαριεῖ κανονίζεται τοῦτον τὸν τρόπον· τὰ εἰϲ ϲ λήγοντα μετὰ διφθόγγου ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικήν, οἷον ὁ Ζεὺϲ ὦ Ζεῦ, ὁ Πηλεύϲ ὦ Πηλεῦ, ὁ Ἀχιλλεὺϲ ὦ Ἀχιλλεῦ, ὁ παῖϲ ὦ παῖ, ὁ βοῦϲ ὦ βοῦ, ὁ νοῦϲ ὤ νοῦ· οὕτωϲ οὖν καὶ ὁ χαρίειϲ ὦ χαριεῖ, καὶ ὁ τιμήειϲ ὦ τιμήει. δεῖ προϲθεῖναι «κοινολεκτούμενα» διὰ τὰ Αἰοϲιν] οἱ γὰρ Αἰολεῖϲ τὸ τάλαϲ τάλαιϲ λέγουϲι, καὶ τὸ Θόαϲ Θόαιϲ, καὶ τὸ μέλαϲ μέλαιϲ. καὶ ἰδοὺ ταῦτα εἰϲ ϲ λήγει μετὰ διφθόγγου, καὶ ὅμωϲ οὐ ποιεῖ τὴν κλητικὴν ἀποβολῇ τοῦ ϲ, οὐδὲ γὰρ λέγομεν ὦ τάλαι καὶ. ὤ μέλαι καὶ ὦ Θόαι, ἀλλ’ ὦ τάλαν καὶ ὤ Θόαν καὶ ὦ μέλαν, τῷ ἀπὸ γενικῆϲ κανόνι τῷ λέγοντι, ὅτι πᾶϲα γενικὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τῆϲ τοϲ ποιεῖ τὴν κλητικήν, εἰ μὴ διφθόγγῳ παραλήγοιτο, οἷον Αἴαντοϲ Αἶαν, Δρύαντοϲ Δρύαν, Ξενοφῶντοϲ Ξενορῶν, Κάλχαντοϲ Κάλχαν· οὕτωϲ οὖν καὶ Θόαντοϲ Θόαν, καὶ μέλοντοϲ μέλαν καὶ τάλαντοϲ τάλαν· τὸ γὰρ τάλανοϲ καὶ μέλανοϲ ἀποβολῇ τοῦ τ γέγονε. δεῖ προϲθεῖναι χωρὶϲ τῶν μετοχῶν καὶ τῶν οὐδετέρων». τῶν μετοχῶν, διὰ τὸ τυφθείϲ δαρείϲ νυγείϲ, ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ οὐ ποιεῖ τὴν κλητικὴν ἀποβολῇ τοῦ c· τῶν δὲ μετοχικῶν διὰ τὸ ὀδούϲ τοῦ ὀδόντοϲ· καὶ τοῦτο γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν. αἱ γὰρ μετοχαὶ καὶ τὰ μετοχικὰ ὅταν περιττοϲυλλάβωϲ κλίνηται, τὰϲ αὐτὰϲ ἔχει ὀρθὰϲ καὶ κλητικὰϲ οἷον ὁ τύψαϲ τοῦ τύψαντοϲ ὤ τύψαϲ, ὁ γράψαϲ τοῦ γράψαντοϲ ὦ γράψαϲ, ὁ ἱμάϲ τοῦ ἱμάντοϲ ὦ ἱμάϲ, ὁ ἀνδριάϲ τοῦ ἀνδριάντοϲ ὤ ἀνδριάϲ. «χωρὶϲ δὲ τῶν πρόϲκειται διὰ τὸ οὖϲ. ἐὰν γὰρ ὅλοϲ λάβωμεν αὐτοῦ τὴν κλητικήν, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν τῷ λόγῳ τῶν οὐδετέρων. τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν ἔχει καὶ κλητικὴν καὶ ὀρθήν, οἷον τὸ βῆμα ὤ βῆμα, τὸ τεῖχοϲ ὤ τεῖχοϲ. ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τοῦ πούϲ», τὴν αὐτὴν γὰρ ἔχει ὀρθὴν καὶ κλητικήν. οἷον ὁ πούϲ ὦ πούϲ, καὶ οὐ ποιεῖ αὐτὴν ἀποβολῇ τοῦ ϲ. «καὶ χωρὶϲ τοῦ εἶϲ », τοῦ γὰρ εἶϲ οὐκ ἔϲτι κατὰ ἀποβολὴν τοῦ ϲ ἡ κλητική, ἀλλ’ οὐδ’ ὅλωϲ ἔχει τοῦτο κλητικήν. μηδεὶϲ δὲ οἰέϲθω τὸ ἕν τὸ οὐδέτερον ὡϲ ἀπὸ τῆϲ ὦ ἔν κλητικῆϲ γεγενῆϲθαι, ὡϲ γὰρ εἴρηται τὸ εἰϲ οὐχ ἔχει κλητικήν, ἀλλὰ κατὰ ϲυνεκδρομὴν τῶν ἄλλων οὐδετέρων τῶν ἀπὸ τῶν εἰϲ ειϲ ἐγένετο τὸ ἕν τὸ οὐδέτερον οὕτωϲ· ὥϲπερ γὰρ χαρίειϲ χαρίεν καὶ τιμήειϲ τιμῆεν, οὕτωϲ καὶ εἰϲ ἕν. δεῖ πάλιν προϲθεῖναι ἐν τῷ κανόνι «καὶ χωρὶϲ τοῦ κτείϲ κτενόϲ, καὶ κλείϲ κλειδόϲ». ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ κτείϲ ὦ κτείϲ, ἡ κλείϲ ὦ κλείϲ. ἰϲτέον ὅτι καθόλου τὰ εἰϲ ϲ λήγοντα μονοϲύλλαβα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν χωρὶϲ τοῦ Ζεύϲ· τούτου γὰρ ἡ κλητικὴ κατὰ ἀποβολήν ἐϲτιν οἷον ὦ Ζεῦ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα ὁ Κρήϲ ὦ Κρήϲ, ὁ Τρώϲ ὦ Τρώϲ, ὁ δμώϲ ὦ δμώϲ, ὁ πούϲ ὦ πούϲ, ἡ δαίϲ ὦ δαίϲ (ϲη- μαίνει δὲ τὴν εὐωχίαν), ὁ κίϲ ὦ κίϲ (ϲημαίνει δὲ τὸν ϲκώληκα), ὁ λίϲ ὦ λίϲ (ϲημαίνει δὲ τὸν λέοντα), ἡ κλείϲ ὦ κλείϲ, ὁ κτείϲ ὦ κτείϲ ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ τὰ ἐξ αὐτῶν δὲ ϲύνθετα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ἡ ἀντίκλειϲ ὦ ἀντίκλειϲ, ὁ ὁμόδαιϲ ὤ ὁμόδαιϲ (ὁ ὁμοῦ εὐωχούμενοϲ), ὁ Οἰδίπουϲ ὦ Οἰδίπουϲ. ἰϲτέον δὲ ὅτι τὸ Οἰδίπουϲ ὅταν κλιθῇ διὰ τοῦ δοϲ, οἷον Οἰδίπουϲ Οἰδίποδοϲ, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Οἰδίπουϲ ὦ Οἰδίπουϲ ὅταν δὲ ἀποβολῇ τοῦ ϲ ποιῇ τὴν γενικὴν Ἀττικῶϲ οἷον ὁ Οἰδίπουϲ τοῦ Οἰδίπου, τότε καὶ τὴν κλητικὴν ἀποβολῇ τοῦ ϲ ποιεῖ οἷον ὁ Οἰδίπουϲ ὦ Οἰδίπου. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διατί τὸ Οἰδίπουϲ ὅταν μὲν κλιθῇ διὰ τοῦ δοϲ οἷον Οἰδίποδοϲ, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν, οἷον ὁ Οἰδίπουϲ ὧ Οἰδίπουϲ, ὅταν δὲ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν Ἀττικῶϲ, οἷον τοῦ Οἰδίπου, τότε καὶ τὴν κλητικὴν ἀποβολῇ τοῦ ϲ ποιεῖ, οἷον ὁ Οἰδίπουϲ ὦ Οἰδίπου. καὶ ἔϲτιν εἰπεῖν, ὅτι εὐλόγωϲ τοῦτο γίνεται· ἑπειδὴ ἡνίκα μὲν διὰ τοῦ δοϲ κλίνεται τὸ Οἰδίπουϲ, τὴν κλίϲιν τὴν τοῦ πούϲ φυλάττει καὶ εἰϲ τὰϲ ἑξῆϲ πτώϲειϲ οἷον πούϲ ποδόϲ, καὶ Οἰδίπουϲ Οἰδίποδοϲ· τούτου χάριν καὶ κατὰ τὴν κλητικὴν τὴν κλίϲιν τοῦ πούϲ φυλάττει, καὶ ὁμοίωϲ αὐτῷ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ ὥϲπερ ὦ πούϲ ὁμοίωϲ καὶ ὦ Οἰδίπουϲ· ἡνίκα δὲ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν Ἀττικῶϲ οἷον ὁ Οἰδίπουϲ τοῦ Οἰδίπου, ἐπειδὴ οὐ φυλάττει τὴν κλίϲιν τοῦ πούϲ κατὰ τὰϲ ἑξῆϲ πτώϲειϲ, τούτου χάριν οὕτε κατὰ τὴν κλητικὴν φυλάττει αὐτήν, ἀλλ’ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικὴν οἷον ὦ Οἰδίπου. πρόϲκειται ἀνωτέρω «μονοϲύλλαβα» ἐν τῷ κανόνι τῷ λέγοντι ὅτι τὰ εἰϲ ϲ λήγοντα μονοϲύλλαβα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, διὰ τὸ ὁ Πηλεύϲ ὦ Πηλεῦ. πρόϲκειται «ὀξύτονα » διὰ τὸ ὁ βοῦϲ περιϲπώμενον. ταῦτα μὲν περὶ τοῦ ὦ χαριεῖ. τὸ δὲ ὦ χαρίεν διαφόρωϲ κανονίζεται, πρῶτον μὲν ὅτι πᾶϲα γενικὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τοῦ τοϲ ποιεῖ τὴν κλητικήν, εἰ μὴ διφθόγγῳ παραλήγοιτο, οἶον Αἴαντοϲ Αἶαν, Θόαντοϲ Θόαν, οὕτωϲ οὖν καὶ χορίεντοϲ χαρίεν. δεύτερον δέ, ὅτι πᾶν οὐδέτερον ὄνομα εἰ ἰϲοϲυλλάβωϲ κλίνοιτο τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ, τοῦ καλοῦ τὸν καλόν ὦ καλόν καὶ τὸ καλόν, ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τὸν ϲοφόν ὦ ϲοφόν καὶ τὸ ϲοφόν, ὁ κάλλιϲτοϲ τοῦ καλλίϲτου τὸν κάλλιϲτον καὶ τὸ κάλλιϲτον. ἐὰν δὲ περιττοϲυλλάβωϲ κλίνοιτο, τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἷον ὦ ϲῶφρον καὶ τὸ ϲῶφρον, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ ὦ ἄρϲεν, τοῦ ταχέοϲ ὦ ταχύ καὶ τὸ ταχύ. εἰ οὖν τοῦ χαρίειϲ χαρίεν ἐϲτὶ τὸ οὐδέτερον δηλονότι καὶ ἡ κλητικὴ ὦ χαρίεν ὁμοφωνεῖ τῷ οὐδετέρῳ. ἰϲτέον δὲ ὅτι παρὰ τοῖϲ Ἀττικοῖϲ χάριεν προπαροξυνόμενον οὐκ ἔϲτιν ὄνομα ἀλλ’ ἐπίρρημα, ἀντὶ γὰρ τοῦ χαριέντωϲ· πρόϲκειται « ὄνομα οὐδέτερον» διὰ τὴν ἐκεῖνοϲ καὶ αὐτόϲ καὶ οὗτοϲ ἃ ἰϲοϲυλλάβωϲ κλινόμενα οὐκ ἔχει τὸ οὐδέτερον ὁμόφωνον τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ἐκεῖνον καὶ αὐτόν καὶ τοῦτον ἀλλὰ τὸ οὐδέτερον ἐκεῖνο καὶ αὐτό καὶ τοῦτό ἐϲτι χωρὶϲ τοῦ ν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
