Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.76
Not analysed yet
Διχῶϲ λέγεται τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν οἷον χαρίεϲι καὶ χαρίειϲι. κανὼν γάρ ἐϲτιν ὁ λέγων, ὅτι πᾶϲα δοτικὴ ἐνικῶν εὶϲ ι ἐκφωνούμενον λήγουϲα καὶ πρὸ τοῦ ι λαμβάνουϲα τὸ ϲ καὶ ἀποβάλλουϲα τὰ μὴ δυνάμενα ϲὺν αὐτῷ ἐκφωνηθῆναι ϲτοιχεῖα τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον ὄφει ὄφεϲι, πόλε πόλεϲι, Πλάτωνι Πλάτωϲι, χαθυντικῶν χαρίεϲι, τετυφότι τετυφόϲι, πεποιηκότι πεποιηκόϲι, τοῦ ϲ προϲελθόντοϲ καὶ ἀποβληθέντων τῶν μὴ δυναμένων ϲὺν αὐτῷ ἐκφωνηθῆναι ϲτοιχείων, φημὶ δὴ τὸ ν καὶ τὸ τ. λέγουϲι δέ τινεϲ, ὅτι δεῖ προϲθεῖναι ἐν τῷ κανόνι χωρὶϲ τῶν εἰϲ ευϲ. ἰδοὺ γάρ ἐϲτιν Ἀχιλλεύϲ Ἀχιλλέι ἡ δοτικὴ τῶν ἑνικῶν καὶ οὐ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν τοῖϲ Ἀχιλλέϲι προϲθέϲει τοῦ ϲ ὡϲ πόλει πόλεϲι, ἀλλὰ τὸ Ἀχιλλεῦϲι ἐκ τῆϲ εὐθείαϲ τῶν ἑνικῶν ἐϲτι. τότε δὲ κανονίζομεν τὴν δοτικὴν τῶν πληθυντικῶν ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν, ἡνίκα οὐδὲ δύναται κανονιϲθῆναι ἡ δοτικὴ τῶν πληθυντικῶν ἀπὸ τῆϲ εὐθείαϲ τῶν ἑνικῶν οἷον Μέμνοϲι μεταθέϲει τοῦ ν εἰϲ ϲ, ταχέϲι προϲθέϲει τοῦ ϲ ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν κανονίζομεν, τὸ δὲ Τρωϲί λέβηϲι ἀπὸ τῆϲ εὐθείαϲ τῶν ἑνικῶν. πᾶϲα γὰρ εὐθεῖα εἰϲ ϲ λήγουϲα μετὰ μακρᾶϲ περιττοϲυλλάβωϲ κλινομένη καὶ μὴ ϲυναιρουμένη κατὰ τὴν γενικὴν προϲθέϲει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οἷον λέβηϲ λέβητοϲ λέβηϲι, Τρώϲ Τρωόϲ Τρωϲί, Πηλϲύϲ Πηλέωϲ Πηλεῦϲι, Αἴαϲ Αἴαντοϲ Αἴαϲι. οὕτωϲ οὖν καὶ χαρίειϲ χαρίεντοϲ χαρίειϲι.