# Περὶ κλίσεως ὀνομάτων 2.77.1

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.77.1

Περὶ τῶν εἰϲ ευϲ. Choer. 209, 18. τὰ εἰϲ ϲῦϲ λήγοντα πέντε κλίϲειϲ ἐπιδέχεται, διὰ τοῦ εο κοινῶϲ οἷον Ἀχιλλέοϲ, βαϲιλέοϲ· διὰ τοῦ ἕ καὶ ω Ἀττικῶϲ οἷον Ἀχιλλέωϲ, βαϲιλέωϲ διὰ τοῦ η καὶ ο παρὰ τοῖϲ ἀρχαίοιϲ Ἴωϲιν οἷον Ἀχιλλῆοϲ βαϲιλῆοϲ, ὁμοίωϲ δὲ καὶ παρὰ τοῖϲ ἀρχαίοιϲ Αἰολεῦϲιν, ἀλλ’ οἱ Αἰολεῖϲ προπαροξύνουϲιν, Ἀχίλληοϲ βαϲίληοϲ λέγοντεϲ· παρὰ δὲ τοῖϲ νεωτέροιϲ Ἵωϲι διὰ τῆϲ ει διφθόγγου καὶ ο οἶον Ἀχιλλεῖοϲ βαϲιλεῖοϲ, ὁμοίωϲ δὲ καὶ παρὰ τοῖϲ νεωτέροιϲ Αἰολεῦϲιν, ἀλλὰ πάλιν οἱ Αἰολεῖϲ προπαροξύνουϲιν, Ἀχίλλειοϲ βαϲίλειοϲ λέγοντεϲ. ἰϲτέον δὲ ὅτι τινὲϲ θέλουϲι παρὰ τῷ ποιητῇ τὸ «αὐτὰρ Φωκήων » (Β 517) διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι κατὰ τοὺϲ νεωτέρουϲ Ἴωναϲ, οὐκ ἔϲτι δὲ εἰ μὴ διὰ τοῦ η κατὰ τοὺϲ παλαιοὺϲ Ἴωναϲ, οἷϲ ϲυνεχῶϲ κέχρηται ὁ ποιητὴϲ οἷον Πηληϊδεω Ἀχιλλῆοϲ. Κούρην Βριϲῆοϲ, τήν μοι δόϲαν υἷεϲ Ἀχαιῶν. παρὰ δὲ τοῖϲ Βοιωτοῖϲ διὰ τοῦ ι καὶ ο γίνεται ἡ γενικὴ οἶον Ἀχιλλίοϲ βαϲιλίοϲ. τοιοῦτόν ἐϲτι καὶ τὸ Ζεύϲ Βοιωτικῶϲ γινόμενον κατὰ τὴν γενικὴν Διόϲ διὰ τοῦ ι καὶ ο, τὸ γὰρ ζ εἰϲ τὸ δ τρέπουϲιν οἱ Βοιωτοὶ οἷον Ζῆθοϲ Δῆθοϲ, οὕτωϲ οὖν καὶ Ζεύϲ Δεύϲ, καὶ λοιπὸν ἀπὸ τοῦ Δεύϲ ἐγένετο ἡ γενικὴ διὰ τοῦ ι καὶ ο Βοιωτικῶϲ Διόϲ, τὸ γὰρ κοινολεκτούμενον, λέγω δὴ τὸ Ζεύϲ, οὐ κλίνεται διὰ τοιαύτην αἰτίαν· πᾶν ὄνομα μονοϲύλλαβον εἰϲ ϲ λῆγον, ὀξύτονον ὄν, διὰ καθαροῦ τοῦ οϲ κλινόμενον, τὸν χρόνον τῆϲ εὐθείαϲ θέλει φυλάττειν καὶ ἐν τῇ γενικῇ οἷον Τρώϲ Τρωόϲ, δμώϲ δμωόϲ, κίϲ κιόϲ, λίϲ λιόϲ. πρόϲκειται «μονοϲύλλαβα» διὰ τὸ Ἀχιλλεύϲ Ἀχιλλέωϲ. πρόϲκειται «εἰϲ ϲ λῆγον » διὰ τὸ φρήν φρενόϲ. πρόϲκειται «ὀξύτονον» διὰ τὸ βοῦϲ βοόϲ καὶ νεῦϲ νεόϲ καὶ γρεῦϲ γρεόϲ· νεῦϲ δέ ἐϲτιν ἡ ναῦϲ καὶ γρεῦϲ ἡ γραῦϲ. πρόϲκειται « διὰ καθαροῦ τοῦ οϲ κλινόμενα» διὰ τὸ Ζάϲ Ζαντόϲ, πούϲ ποδόϲ καὶ κτείϲ κτενόϲ. εἰ ἄρα οὖν ὁ Ζεύϲ εἰϲ ϲ λῆγον καὶ μονοϲύλλαβόν ἐϲτι καὶ ὀξύτονον καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται, ὀφείλει Ζευόϲ εἶναι κατὰ τὴν γενικὴν διὰ τῆϲ ευ διφθόγγου, ἵνα φυλάξῃ τὸν χρόνον τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ· ἀλλ’ ἐπειδὴ τὰ εἰϲ ευϲ ἀποβάλλει τὸ υ κατὰ τὴν γενικὴν οἷον Πηλεύϲ Πλέοϲ, Ἀχιλλεύϲ Ἀχιλλέοϲ, βαϲιλεύϲ βαϲιλέωϲ, Θηϲεύϲ Θηϲέοϲ· χωρὶϲ τοῦ Ἄρευϲ Ἄρευοϲ (τοῦτο γὰρ ἐφύλαξε τὸ υ παρὰ τοῖϲ Αἰολεῦϲιν οἷον Ἄρευοϲ ϲτρατιωτέροιϲ, καὶ πάλιν τὸ γὰρ Ἄρευϊ καταθανεῖν καλόν, καὶ πάλιν, μίξαντεϲ ἀλλήλοιϲιν Ἄρευα). τούτου χάριν ἠναγκάζετο Ζεόϲ εἶναι κατὰ τὴν γενικήν, κατὰ ἀποβολὴν τοῦ υ. τούτων οὖν τῶν δύο κανόνων μαχομένων, ἀπέλειψεν ἡ κοινὴ κλίϲιϲ καὶ παρειϲῆλθεν ἡ τῶν Βοιοτῶν κλίϲιϲ οἷον Διόϲ Διί Δία, ὥϲπερ Ἀχιλλίοϲ Ἀχιλλίϊ Ἀχιλλία. οὐ γάρ, ὡϲ νομίζουϲί τινεϲ, ἀπὸ τῆϲ Δίϲ εὐθείαϲ τῆϲ κειμένηϲ παρὰ τῷ Ῥίνθωνι ἐγένετο ἡ Διόϲ γενική, ὥϲπερ ἀπὸ τοῦ κίϲ κιόϲ (ϲημαίνει δὲ τὸν ϲκώληκα), καὶ ἀπὸ τοῦ λίϲ λιόϲ· ἐκεῖνοϲ γὰρ τὴν Δίϲ εὐθεῖαν ἐπλάϲατο πρὸϲ τὴν Διόϲ γενικήν, ἵνα νομιϲθῇ ἀκόλουθοϲ εἶναι ἡ γενική.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
