# Περὶ κλίσεως ὀνομάτων 2.78

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.78

Τὰ εἰϲ ευϲ λήγοντα ἐὰν καθαρεῦον ἔχει τὸ ε, ϲυναιρεῖται κατὰ τὴν γενικὴν τὴν Ἀττικὴν παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον Ἐρετριεύϲ Ἐρετριέωϲ Ἐρετριῶϲ, τοῦ ἕ καὶ ω εἰϲ τὸ ω κιρναμένων, ὡϲ ποιέω ποιῶ, νοέω νοῶ· ἐὰν δὲ μὴ ἔχῃ καθαρεῦον τὸ ἑ, ἀλλ’ ἔχει προήγούμενον ϲύμφωνον, οὐ γίνεται κρᾶϲιϲ κατὰ τὴν γενικὴν οὕτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖϲ Ἀθηναίοιϲ οἶον Ἀχιλλεύϲ Ἀχιλλέωϲ, Πηλεύϲ Πηλέωϲ, βαϲιλεύϲ βαϲιλέωϲ. παρὰ δὲ τοῖϲ Δωριεῦϲιν καὶ τοῖϲ Ἴωϲι κρᾶϲιϲ γίνεται ἐπὶ τούτων κατὰ τὴν τενικὴν τοῦ καὶ ο εἰϲ τὴν ευ δίφθογγον οἷον τοῦ Ὀδυϲϲέοϲ τοῦ Ὀδυϲϲεῦϲ Ὀδυεῦϲ δὲ λαβὼν κύϲε χεῖρ’ ἐπὶ καρπῷ (ω 398), καὶ πάλιν ἐν τῷ Ἰδομενεὺϲ δ’ οὐ λῆγε μένοϲ μέγα (Ν 424) τινὲϲ περιϲπῶϲιν Ἰδομενεῦϲ ἀντὶ τοῦ Ἰδομενέοϲ. ἄμεινον δὲ τὸ εὐθεῖαν εἶναι ὡϲ τὸ «οὐδὲ Ϲκάμανδροϲ ἔληγε τὸ ὃν μένοϲ» (Φ 35). ίϲτέον δὲ ὅτι οὐ μόνον ἐπὶ τῶν γενικ ιν τῶν εἰϲ ϲῦϲ ποιοῦνται οἱ Ἰωνεϲ καὶ οἱ Δωριεῖϲ τὴν τοιαύτην κρᾶϲιν, ἀλλὰ καὶ ἐπ’ ἄλλων. ἰδοὺ γὰρ τὸ Ἔρελεύϲ τοῦ Ἐρέβεοϲ καὶ κατὰ κρᾶϲιν Ἰωνικὴν ἢ Δωρικὴν τοῦ ε καὶ ο εἰϲ τὴν ευ δίφθογγον γίνεται Ἐρέβευϲ, ὡϲ παρὰ τῷ ποιητῇ (Θ 368) ἐξ Ἐρέβευϲ ἄξοντα κύνα ϲτυγεροῦ Ἀΐδαο, ἀντὶ τοῦ Ἐρέβουϲ. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ υἱεύϲ υἱέοϲ οὐ γίνεται παρὰ τοῖϲ Ἀθηναίοιϲ διὰ τοῦ ἕ καὶ ω κατὰ τὴν γενικήν, ἀλλὰ φυλάττει τὸ ο· υἱεύϲ δέ ἐϲτιν ὁ υἱόϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
