# Περὶ κλίσεως ὀνομάτων 2.81

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.81

Ἐπὶ τῶν Ἀττικῶν τῶν γινομένων κατὰ ϲυναλοιφὴν ἐν τῇ γενικῇ τοῦ καὶ ω εἰϲ τὸ ω οἷον τοῦ Ἐρετριέωϲ τοῦ Ἐρετριῶϲ, τοῦ Ϲτειριέωϲ τοῦ Ϲτειριῶϲ, οἱ Ἀθηναῖοι τὰϲ αἰτιατικὰϲ ϲυναλείφοντεϲ εἰϲ α μόνον ποιοῦϲιν αὐτὰϲ οἷον τὸν Ἐρετριέα τὸν Ἐρετριᾶ, τὸν Ϲτειριέα τὸν Ϲτειριᾶ, καὶ οὐκέτι εἰϲ η, καίτοι κανόνοϲ λέγοντοϲ, ὅτι τὸ ε καὶ α εἰϲ η καὶ μακρὸν α κιρνᾶται. ἡνίκα μὲν γὰρ προηγεῖται τοῦ ἕ ϲύμφωνον, τότε τὸ ἕ καὶ α εἰϲ η μόνωϲ κίρναται οἶον εὐϲεβέα εὐϲεβῆ, εὐγενέα εὐγενῆ, τείχεα τείχη, βέλεα βέλη· ἡνίκα δὲ προηγεῖται φωνῆεν τοῦ ἑ, τότε τὸ ε καὶ α εἰϲ η καὶ εἰϲ α μακρὸν κίρναται οἷον εὐφυέα εὐφυᾶ καὶ εὐφυῆ, ἀφυέα ἀφυᾶ καὶ ἀφυῆ, ὑγιέα ὑγιῆ καὶ ὑγιᾶ. ἐπὶ οὖν τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Ϲτειριέα Ϲτειριᾶ εἰϲ α μόνωϲ ἐγένετο ἡ κρᾶϲιϲ, οὐκέτι δὲ καὶ εἰϲ η, καίτοι φωνήεντοϲ προηγουμένου τοῦ ε. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· διὰ τοῦτο ἐπὶ τοῦ Ἐρετριέα Πειραιέα Ϲτειριέα, Ἐρετριᾶ καὶ Ϲτειριᾶ καὶ Πειραιᾶ, οὐκ ἐγένετο εἰϲ η ἡ κρᾶϲιϲ, ἀλλ’ εἰϲ α μόνον, ἐπειδὴ τούτων ἡ κλητικὴ εἰϲ φωνῆεν λήγει οἶον ὦ Ἐρετριεῦ καὶ ὦ Πειραιεῦ καὶ ὤ Ϲτειριεῦ. οὐδέποτε δὲ τῆϲ κλητικῆϲ εἰϲ φωνῆεν ληγούϲηϲ ὀφείλει ἡ αἰτιακὴ εἰϲ η καταλήγειν οὔτε παρ’ ἡμῖν οὕτε παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον ὤ Χρύϲη τὸν Χρύϲην, ὤ τοξότα τὸν τοξότην, ὦ Δημοϲθένη Ἀττικῶϲ καὶ τὸν Δημοϲθένην Ἀττικῶϲ μετὰ τοῦ ν. «παρ’ ἡμῖν ἢ παρὰ τοῖϲ Ἀθηναίοιϲ » πρόϲκειται, ἐπειδὴ παρὰ τοῖϲ Δωριεῦϲιν εὑρίϲκεται ἡ κλητικὴ εἰϲ φωνῆεν λήγουϲα, τῆϲ αἰτιατικῆϲ εἰϲ η καταληγούϲηϲ οἷον ὦ Τυδεῦ καὶ τὸν Τυδῆ, ὡϲ παρὰ τῷ ποιητῇ (Δ 384) ἐνθ’ αὐτ’ ἀγγελίην ἐπὶ (sic) Τυδῆ ϲτεῖλαν Ἀχαιοί. τούτου χάριν ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Ϲτειριέα Ϲτειριᾶ εἰϲ α μόνωϲ ἐγένετο ἡ κρᾶϲιϲ, οὐκέτι δὲ καὶ εἰϲ η, ἵνα μὴ εὑρεθῇ τῆϲ κλητικῆϲ εἰϲ φωνῆεν ληγούϲηϲ ἡ αἰτιατικὴ εἰϲ η καταλήγουϲα.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
