Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.82
Not analysed yet
Ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, διατί, ὥϲπερ λέγομεν τὸν Δημοϲθένεα καὶ Δημοϲθένη κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ η, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸν Πηλέα καὶ τὸν Πλῆ, καὶ τὸν Ἀχιλλέα καὶ τὸν Ἀχιλλῆ λέγομεν ἔϲτιν οὖν εἰπεῖν, ὅτι πρῶτον μέν, ὡϲ εἴρηται, οὐ δύναται ἡ αἰτιατικὴ εἰϲ η καταλήγειν, διὰ τὸ τὴν κλητικὴν εἰϲ φωνῆεν λήγειν, ὦ Πηλεῦ γὰρ καὶ ὦ Ἀχιλλεῦ ἐϲτιν ἡ κλητική· δεύτερον δέ, ἐπειδὴ ἡ γενικὴ ἐπὶ τούτων οὐ ϲυναιρεῖται (οὐδὲ γὰρ λέγομεν Πηλοῦϲ καὶ Ἀχιλλοῦϲ ὥϲπερ Δημοϲθένουϲ), τούτου χάριν οὔτε ἡ αἰτιατικὴ ϲυναιρεῖται. ὅτι γὰρ τοῦτο ἀληθέϲ ἐϲτι δῆλον, εἴγε παρὰ τοῖϲ Δωριεῦϲι καὶ τοῖϲ Ἴωϲιν ἐπὶ τούτων τῶν εἰϲ ευϲ γίνεται ἡ κρᾶϲιϲ ἐν τῇ αἰτιατικῇ τοῦ ε καὶ α εἰϲ η οἷον Τυδέα Τυδῆ, ὡϲ παρὰ τῷ ποιητῇ ἔθ’ αὐτ’ ἀγγελίην ἐπὶ Τϲδῆ ϲτεῖλαν Ἀχαιοί, καὶ ἐπὶ τῶν ὁμοίων ὡϲαύτωϲ, ἐπειδὴ καὶ ἐν τῇ γενικῇ ποιοῦϲι κρᾶϲιν οἷον τοῦ Ὀδυϲϲεῦϲ, τοῦ Ἰδομενεῦϲ.