# Περὶ κλίσεως ὀνομάτων 2.84

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.84

Ἡ γενικὴ τῶν δυικῶν οὐ ϲυναιρεῖται ἐνταῦθα, ἐπειδὴ οὔτε ἡ γενικὴ τῶν ἑνικῶν ϲυναιρεῖται οἶον Πηλέοϲ. δεῖ γινώϲκειν ὅτι ἡνίκα μὲν ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν τότε καὶ ἡ γενικὴ τῶν δυικῶν καὶ ἡ γενικὴ τῶν πληθυντικῶν ϲυναιροῦνται οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ Δημοϲθενέοιν Δημοϲθενοῖν Δημοϲθενέων Δημοϲθενῶν, Διομήδεοϲ Διομήδουϲ Διομηδέοιν Διομηδοῖν Διομηδέων Διομηδῶν, τείχεοϲ τείχουϲ τειχέοιν τειχοῖν τειχέων τειχῶν· ἡνίκα δὲ μὴ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, τότε οὔτε ἡ γενικὴ τῶν δυϊκῶν οὔτε ἡ γενικὴ τῶν πληθυντικῶν ϲυναιροῦνται οἶον ὄφιϲ ὄφεοϲ ὀφέοιν ὄφεων, ταχύϲ ταχέοϲ ταχέοιν ταχέων, ἡδύϲ ἡδέοϲ ἡδέοιν ἡδέων. ἰδοὺ ἐπὶ τούτων τῶν εἰϲ ευϲ, ἐπειδὴ οὐ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, οὔτε ἡ γενικὴ τῶν δυικῶν οὕτε ἡ γενικὴ τῶν πληθυντικῶν ϲυναιροῦνται οἷον Πηλέοιν Πηλέων.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
