# Περὶ κλίσεως ὀνομάτων 2.89

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.89

Choer. 139, 10: εὑρίϲκεται πολλὰ ἰαμβικὰ καὶ διὰ τοῦ τοϲ καὶ διὰ τῆϲ ου διφθόγγου κλίνόμενα· ἔϲτι δὲ ταῦτα Ἴδηϲ δοῦ (ἔϲτι δὲ ὄνομα κύριον), Γύγηϲ Γύγου καὶ Γύγητοϲ, ἐπὶ τοῦ γίγαντοϲ, ὅτε δὲ ἐπὶ τοῦ βαϲιλέωϲ τῆϲ Λυδίαϲ λέγεται ϲπονδειακόν ἐϲτι καὶ ἰϲοϲυλλάβωϲ κλίνεται, Ϲάκηϲ Ϲάκου (ἔϲτι δὲ ὄνομα ἔθνουϲ), Πύδηϲ Πύδου (ὄνομα ποταμοῦ, ὡϲ παρὰ Ἀντιμάχῳ καδδ’ ᾖα Ποδῇ ἐρόεντα. τοῦτο δὲ ἐναντίωϲ ἔκλινεν ὁ Ἀντίμαχοϲ· ὅτε μὲν γὰρ ἰαμβικόν ἐϲτιν, ἰϲοϲυλλάβωϲ αὐτὸ κλίνει, ὡϲ ἐπὶ τῆϲ λεχθείϲηϲ χρήϲεωϲ, ὅτε δὲ ϲπονδειακόν ἐϲτι, περιττοϲυλλάβωϲ αὐτὸ κλίνει οἷον Πύδητοϲ κούρη τηλεκλειτοῦ ποταμοῖο), μύκηϲ μύκου καὶ μύκητοϲ, εἰ καὶ πολλὰ ϲημαίνει ἡ λέξιϲ· ϲημαίνει γὰρ καὶ τὰ καρβόνια τὰ ἐπικείμενα τοῖϲ λύχνοιϲ, ὡϲ παρὰ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ (fr. 47 ) ὁππότε λύχνου δαιομένου πυρόεντεϲ ἄδην ἐγένοντο μύκητεϲ. ϲημαίνει δὲ καὶ τοὺϲ ἀμανίταϲ τοὺϲ περὶ τὰ δένδρα γενομένουϲ, ὡϲ παρὰ Ἀντιφάνει (Athen. l p. 60 D) ὄπτα μύκηταϲ πρινίνουϲ τουϲδὶ δύο, ϲημαίνει δὲ καὶ τὸ μέροϲ τῆϲ λαβῆϲ τοῦ ξίφουϲ, ἔνθα κρατεῖ τιϲ, οὗ πεϲόντοϲ ἐκ Περϲέωϲ Μυκῆναϲ ϲυνέβη κτιϲθῆναι· ϲημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνθρώπου, ὅπερ ἰϲοϲυλλάβωϲ ἔκλινεν ὁ Ἀρχίλοχοϲ, εἰπὼν (fr. 46 Bergk) ἀλλ’ ἀπερρώγαϲί μοι μύκεω τένοντεϲ. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐϲτι, δῆλόϲ ἐϲτιν Ἑκαταῖοϲ οὕτωϲ κλίναϲ φηϲὶ γὰρ «καὶ ἐπαφήϲαϲ τὸν κολεὸν τοῦ ξίφεοϲ, τὸν μύκην εὗρεν ἀποπεπτωκότα ». ὁ δὲ Ἄρατοϲ (Dios. 244) περιττοϲυλλάβωϲ ἔκλινεν «ἢ λύχνοιο μύκητεϲ ἀγείρονται περὶ μύξαν» πάλιν Ϲάπηϲ Ϲάπου, καὶ Χάρηϲ Χάρου καὶ Χάρητοϲ, Πύληϲ Πόλου καὶ Πύλητοϲ, Μύνηϲ Μόνου καὶ Μύνητοϲ (ὁ μὲν γὰρ Ϲοφοκλῆϲ Μόνου ἔκλινεν, Αἰχμαλωτίϲιν εἰπὼν Μύνου τ’ Ἑπιϲτρόφου τε, ὁ δὲ ποιητὴϲ ἀναλόγωϲ Μύνητοϲ οἷον πέρϲεν δὲ πόλιν θείοιο Μύνητοϲ), Μέγηϲ Μέγου (ἐξ οὖ τὸν Μέγην ἀτάλαντον Ἄρη) καὶ Μέγητοϲ. καὶ τὸ Κόμηϲ κύριον διχῶϲ κλινόμενον εὑρέθη παρὰ τοῖϲ ἀρχαίοιϲ οἷον Κόμητοϲ καὶ Κόμου ὡϲ παρὰ Καλλιμάχῳ «δημεχθέα Χελλῶνα κοκόκνημόν τε Κόμητα» Ἰωνικῶϲ δὲ καὶ Κόμεω. καὶ τὸ μὲν γύηϲ μέροϲ τι γῆϲ καὶ μέροϲ ἀρότρου κατὰ Ἡϲίοδον (Erg. 427) γύου κλίνεται. φαϲὶ δὲ ὅτι Γύηϲ οὕτω τιϲ καλούμενοϲ βαϲιλεὺϲ τῶν Φρυγῶν. ὅταν δὲ ἰϲοϲυλλάβωϲ εὑρεθῶϲιν ὁ Κόμηϲ Κόμου καὶ γύηϲ γύου κλινόλῶνα ἔχουϲι ἀπολογίαν τοιαύτην.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
