# Περὶ κλίσεως ὀνομάτων 2.91.1

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.91.1

Choer. 140, 30. τὰ εἰϲ ηϲ βαρύτονα ϲπονδειακὰ εἰϲ ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Χρύϲηϲ Χρύϲου, Πέρϲηϲ Πέρϲου, Τέννηϲ Τέννου, Ξέρξηϲ Ξέρξου. ϲεϲημείωται τὸ μάϲθληϲ μάϲθλητοϲ (ϲημαίνει δὲ τὸν μεμαλαγμένον λῶρον) καὶ Μήληϲ Μήλητοϲ ποταμὸϲ Κολοφῶνοϲ διὰ τοῦ τοϲ κλινόμενα. ἀλλὰ ταῦτα ὑπάγεται κανόνι τοιούτῳ, «τὰ εἰϲ ληϲ λήγοντα διϲύλλαβα ὡϲ ἐπὶ τὸ πλεῖϲτον διὰ τοῦ τοϲ κλίνεται οἷον Μέληϲ Μέλητοϲ ποταμὸϲ Ϲμυρναῖοϲ, Πόλλϲ Πόλλητοϲ, Μέμβληϲ Μέμβλητοϲ, Βάμβληϲ Βάμβλητοϲ. πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ Μέϲθληϲ Μέϲθλου· τοῦτο γὰρ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ὡϲ παρὰ τῷ ποιητῇ (P 216) Μέϲθλην τε Γλαῦκόν τε. ἔτι ϲεϲημείωται τὸ Μόργηϲ Μόργητοϲ (ἔϲτι δὲ ὄνομα ἔθνουϲ), τοῦτο δὲ διὰ τοῦ τοϲ ἐκλίθη, ἐπειδὴ τὰ εἰϲ γηϲ λήγοντα ἔχοντα πρὸ τοῦ γ τὸ ϲ ἢ τὸ ρ διὰ τοῦ τοϲ κλίνεται οἷον Μίϲγηϲ Μίϲγητοϲ, Λίργηϲ ίργητοϲ, χωρὶϲ τοῦ Ἄργηϲ Ἄργου· τοῦτο γὰρ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ὡϲ παρ· Ἡϲιόδῳ (Theog. 140) Βρόντην τε Ϲτεροπήν τε καὶ Ἄργην ὀμβριμόθυμον. ἔτι ϲεϲημείωται τὸ Ναίηϲ Nαίητοϲ (ἔϲτι δὲ ὄνομα κύριον), κούρηϲ. κούρητοϲ (ὁ νεώτεροϲ οἷον κούρητεϲ Ἀχαιῶν ), Ὅπλϲ Ὅπλητοϲ (ὄνομα κύριον), Πίγρηϲ Πίγρητοϲ, Τίγρηϲ Τίγρητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ),Βάβρηϲ Βάβρητοϲ, Φγρηϲ Φάγρητοϲ, Μάγνηϲ Μάγνητοϲ (ἔϲτι δὲ ὄνομα κύριον καὶ ἐθνικόν, Μάγνηϲ γὰρ λέγεται ὁ πολίτηϲ τῆϲ Μαγνηϲίαϲ), Ἴγνηϲ Ἴγνητοϲ, Μάϲηϲ Μάϲητοϲ, Πάρνηϲ Πάρνηθοϲ (ἔϲτι δὲ ὄροϲ Ἀττικῆϲ), Μένδηϲ Μένδητοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Αἰγύπτου), γλοίηϲ γλοίητοϲ (ϲημαίνει δὲ τὸν κακοήθη), καὶ τὸ πλήρηϲ πλήρουϲ, Ἄρηϲ Ἄρεοϲ. καὶ τὸ μὲν Ναίηϲ Nαίητοϲ καὶ τὸ κούρηϲ κούρητοϲ ἔχει ἀπολογίαν τοιαύτην, ὅτι νάηϲ νάητοϲ καὶ. κόρηϲ κόρητοϲ ἦν, καὶ τῷ λόγῳ τῶν ἰαμβικῶν διὰ τοῦ τοϲ ἐκλίνετο, καὶ ἐπλεόναϲε τὸ μὲν νάηϲ τὸ ι καὶ ἐγένετο ναίηϲ, τὸ δὲ κόρηϲ τὸ υ καὶ ἐγένετο κούρηϲ, καὶ ἐφύλαξε τὴν αὐτὴν κλίϲιν. ἔχει δὲ καὶ ἄλλην ἀπολογίαν τὰ τοιαῦτα, τὸ μὲν κούρηϲ, ὅτι τὰ εἰϲ ρηϲ λήγοντα διϲύλλαβα τῇ ου διφθόγγῳ παραληγόμενα διὰ τοῦ τοϲ κλίνεται οἷον μούρηϲ. μούρητοϲ, δούρηϲ δούρητοϲ, οὕτωϲ οὖν καὶ κούρηϲ κούρητοϲ. περὶ δὲ τοῦ Ναίηϲ Nαίητοϲ ἔϲτιν εἰπεῖν, ὅτι πολλάκιϲ ἡ αι καὶ οι δίφθογγοι ἀντὶ κοινῆϲ παραλαμβάνονται, ὅθεν καὶ τούτων τῶν διφθόγγων ἐπὶ τέλουϲ οὐϲῶν πολλάκιϲ προπαροξύνεται ἡ λέξιϲ οἷον Ῥόδιοι, Ὅμηροι, ἅμαξαι, ἄελλαι. καὶ παρὰ τοῖϲ ποιηταῖϲ δὲ πολλάκιϲ ἡ αι καὶ ἡ οι δίφθογγοι ἀντὶ κοινῆϲ παραλαμβάνονται, τῆϲ κοινῆϲ μὴ ἀπαρτιζούϲηϲ εἰϲ μέροϲ λόγου, ὡϲ παρὰ Θεοκρίτῳ (11, 18) ὑψηλᾶϲ ἐϲ πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρὰ Μενάνδρῳ οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει, καὶ παρὰ τῷ ποιητῇ (Π 235) ϲοὶ ναίουϲ’ ὑποφῆται, ἀνιπτόποδεϲ, χαμαιεῦναι. τούτου οὖν χάριν τὸ Ναίηϲ, ὡϲ ἔχον τὴν αι δίφθογγον ἀντὶ κοινῆϲ, τῷ λόγῳ τῶν ἰαμβικῶν ἐκλίθη· τούτῳ τῷ λόγῳ δὲ καὶ τὸ γλοίηϲ γλοίητοϲ ἐπάγεται, ἔχει γὰρ τὴν οι δίφθογγον, τιϲ, ὡϲ εἴρηται, πολλάκιϲ ἀντὶ κοινῆϲ παραλαμβάνεται. τὸ δὲ Ὅπληϲ Ὅπλητοϲ, καὶ Τίγρηϲ Τίγρητοϲ, καὶ Βάβρηϲ, Βάβρητοϲ, καὶ Φάγρηϲ Φάγρητοϲ, καὶ Μάγνηϲ Μάγνητοϲ, καὶ Ἴγνηϲ Ἴγνητοϲ ἔχει ἄφωνον πρὸ ἀμεταβόλου, καὶ κοινὴν τὴν ϲυλλαβὴν ἔχει, καὶ ὡϲ ἔχοντα κοινὴν τὴν ϲυλλαβὴν τῷ λόγῳ τῶν ἰαμβικῶν διὰ τοῦ τοϲ ἐκλίθη. τὸ δὲ λάγνηϲ λάγνου, εἰ καὶ ἔχει ἄφωνον πρὸ ἀμεταβόλου, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν τῷ λόγῳ τοῦ κόμηϲ κόμου καὶ γύηϲ γύου ὥϲπερ γὰρ ἀπὸ τοῦ δίκη γίνεται πλανοδίκηϲ πλανοδίκου, οὕτω καὶ ἀπὸ τοῦ γυνή καὶ τοῦ λα τοῦ ἐπιτατικοῦ μορίου γίνεται λαγύνηϲ, οἱονεὶ ὁ ἐπίταϲιν πολλὴν ἔχων πρὸϲ τὰϲ γυναῖκαϲ, καὶ κατὰ ϲυγκοπὴν λάγνηϲ λάγνου. τὸ δὲ Ἰγνηϲ γνητοϲ ἔχει καὶ ἄλλην ἀπολογίαν, ὅτι γνήϲ γνητόϲ ἦν, ὥϲπερ Κρήϲ Κρητόϲ, καὶ ἐγένετο ἐν ϲυνθέϲει μετὰ τοῦ ι ἀντωνυμίαϲ (ἐγώ, ϲύ), ἴ, Ἴγνηϲ Ἴγνητοϲ, καὶ ἐφύλαξε τὴν κλίϲιν τὴν αὐτήν, ὥϲπερ καὶ ἀπὸ τοῦ Κρήϲ Κρητόϲ Ἔγκρηϲ Ἔγκρητοϲ, καὶ φυλάττει καὶ τὴν αὐτὴν κλίϲιν. τὸ δὲ Μάϲηϲ Μάϲητοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ, ὡϲ παρὰ τῷ ποιητῇ οἷον οἴ τ’ ἔχον Αἴγιναν Μάϲητά τε υἷεϲ Ἀχαιῶν) ἔϲτιν εἰπεῖν ὅτι ϲυνεϲταλμένον ἔχει τὸ α καὶ ὡϲ ἰαμβικὸν ἐκλίθη διὰ τοῦ τοϲ, ἀλλὰ ποιητικῶϲ τὸ α ἐξέτεινε διὰ τὸ μέτρον· ἢ λέγομεν ὅτι ἀπὸ τοῦ ὁ Μάϲητοϲ τοῦ Μαϲήτου τῷ Μαϲήτῳ τὸν Μάϲητον γέγονε κατὰ μεταπλαϲμὸν Μάϲητα. τὸ δὲ πλήρηϲ πλήρουϲ, ἐπειδὴ ἔχει οὐδέτερον εἰϲ εϲ οἷον τὸ πλῆρεϲ, διὰ τοῦτο εἰϲ δῦϲ ἔχει τὴν γενικήν. ἄλλωϲ τε δὲ ὅτι οὐδέ ἐϲτι τοῦτο διϲύλλαβον φύϲει· ἀπὸ γὰρ τοῦ πλείων γέγονε πλειήρηϲ καὶ κατὰ ϲυγκοπὴν πλήρηϲ. τὸ δὲ Πάρνηϲ Πάρνηθοϲ καὶ Μένδηϲ Μένδητοϲ, ἐπειδὴ θηλυκῶϲ λέγεται οἷον (Aristoph. Nub. 322) βλέπε νῦν δεῦρο πρὸϲ τὴν Πάρνηθα. λέγεται δὲ καὶ ἀρϲενικῶϲ Ἀντιφάνηϲ ἐν Πυραυνῷ «ἐϲ κόρακαϲ. ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθ’ ὅλον». καὶ πάλιν Αἰγυπτία Μένδηϲ εἰκότωϲ διὰ τοῦ τοϲ ἐκλίθη. τὰ γὰρ εἰϲ ηϲ θηλυκὰ μονογενῆ διὰ τοῦ τοϲ κλίνεται οἷον ἐϲθήϲ ἐϲθῆτοϲ, ποτήϲ ποτῆτοϲ ἐδητύοϲ ἠδὲ ποτῆτοϲ (Λ 779) (ϲημαίνει δὲ τὴν πόϲιν), ποιότηϲ ποιότητοϲ, φιλότηϲ φιλότητοϲ, κακότηϲ κακότητοϲ. οὕτωϲ οὖν καὶ Μένδηϲ Μένδητοϲ καὶ Πάρνηϲ Πάρνητοϲ καὶ Πάρνηθοϲ κατὰ μετάθεϲιν τοῦ τ εἰϲ θ. πρόϲκειται « μονογενῆ διὰ τὸ νημερτήϲ νημερτοῦϲ· τοῦτο γὰρ ὡϲ ἔχον οὐδέτερον εἰϲ εϲ εἰϲ ουϲ ἔχει τὴν γενικήν, τοῦτο δὲ κύριον γινόμενον τὴν αὐτὴν κλίϲιν φυλάττει. ἔχομεν δὲ τὴν χρῆϲιν τοῦ κυρίου παρ’ Ὁμήρῳ οἶον Νημερτήϲ τε καὶ Ἀψευδὴϲ καὶ Καλλιάναϲϲα (Ϲ 46). τὸ δὲ Ἄρηϲ διαφόρουϲ ἔχει κλίϲειϲ· καὶ γὰρ κλίνεται τῷ λόγῳ τῶν ἰαμβικῶν οἷον Ἄρητοϲ ἔχον τὸ Ἀρητιάδηϲ πατρωνυμικόν, καὶ πάλιν τῷ λόγῳ τῶν ϲπονδειακῶν οἷον Ἄρου, ἐξ οὗ τὸ ἧλθεν Ἄρῃ ἐπίκουροϲ (Φ 431), ὥϲπερ τῷ Χρύϲῃ· καὶ πάλιν παύϲαϲθαι βροτολοιγὸν Ἄρην ἀνδροκταϲιάων (Ε 909) ὥϲπερ τὸν Χρύϲην. ἔϲτι δὲ καὶ Ἄρηϲ Ἄρουϲ, ἐκ ταύτηϲ δὲ τῆϲ γενικῆϲ ἔϲτι κλητικὴ Ἆρεϲ, Ἄρεϲ, βροτολοιγέ, μιαιφόνε, ὥϲπερ Δημοϲθένηϲ Δημοϲθένουϲ Δημόϲθενεϲ. εὑρίϲκεται δὲ καὶ Ἄρεωϲ Ἄττικῶϲ διὰ τοῦ ω, ὡϲ ἀπὸ τοῦ Ἄρευϲ Ἄρηοϲ Ἰωνικῶϲ καὶ Ἄρευοϲ Αἰολικῶϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
