Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.98
Not analysed yet
Choer. 55, 12: τὰ ἀπὸ τῶν εἰϲ οϲ ἀρϲενικῶν εἰϲ ηϲ γινόμενα ὀξύτονα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἶον νεόπτορθοϲ νεοπτορθήϲ νεοπτορθοῦϲ (ϲημαίνει δὲ τὸν ἔχοντα νέον κλάδον), νεόκλαδοϲ νεοκλαδήϲ νεοκλαδοῦϲ, δύϲηχοϲ δυϲηχήϲ δυϲηχοῦϲ, τὸ δὲ ἐθελοντήϲ καὶ ἑκοντήϲ ἀπὸ τοῦ ἐθέλοντοϲ καὶ ἑκόντοϲ γενικῆϲ μετοχῆϲ εἰϲ ου ἔχει τὴν γενικήν. Choer. 50, 9: ἔϲτι τινὰ εἰϲ ηϲ ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν, μὴ τὸ ι μήτε τὸ ο μήτε τὸ υ μήτε τὸ ω, ἅτινα διὰ τοῦ τοϲ κλίνεται οἷον Ἐπιάληϲ Ἐπιάλητοϲ, Ὑπέρηϲ Ὑπέρητοϲ (ἔϲτι δὲ ὀνόματα κύρια), Ἀλκέληϲ Ἀκέλητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), ὑψικέρηϲ ὑψικέρητοϲ (ϲημαίνει δὲ τὸν ἐν ὕψει κεκτημένον τὰ κέρατα), Καβάρηϲ Καβάρητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Κεφάληϲ Κεφάλητοϲ (ἔϲτι δὲ ὄνομα κύριον), Ἀμέληϲ Ἀμέλητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), καὶ ἀμένηϲ ἀμένητοϲ (ϲημαίνει δὲ τὸ παιδίον διὰ τὸ μὴ ἔχειν μένοϲ), οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ. οὐδὲ γὰρ τὰ ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν μὴ τὸ ι μὴ τὸ ο μὴ τὸ υ μὴ τὸ ω, πάντα διὰ τοῦ τοϲ κλίνεται ἰδοὺ γὰρ τὸ Δημοϲθένηϲ Δημοϲθένουϲ καὶ Ἀντιγένηϲ Ἀντιγένουϲ καὶ Ἀριϲτομένηϲ Ἀριϲτομένουϲ οὐ κλίνεται διὰ τοῦ τοϲ. πρόϲκειται «μὴ ἔχοντα μήτε τὸ ι μήτε τὸ o μήτε τὸ υ μήτε τὸ ω», ἐπειδὴ ταῦτα ἰϲοϲυλλάβωϲ κλίνεται, ἤγουν εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Αἰϲχίνηϲ Αἰϲχίνου, Μηριόνηϲ Μηριόνου, Κερύνηϲ Κερύνου (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια), τελώνηϲ τελώνου.