# Περὶ κλίσεως ὀνομάτων 20

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/20

20. Choer. 223, 30: ἄξιόν ἐϲτι ζητῆϲαι διὰ τί τὰ εἰϲ υϲ καὶ τὰ εἰϲ ευϲ κατὰ τὴν γενικὴν μὴ ἐγένετο κατὰ κρᾶϲιν τοῦ ἔ καὶ o εἰϲ τὴν ου δίφθογγον οἶον ταχέοϲ ταχοῦϲ, Πηλέοϲ Πηλοῦϲ, ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ. — καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν ὅτι ἐπὶ τῶν εἰϲ ηϲ γίνεται κρᾶϲιϲ ἐν τῇ γενικῇ, ἐπειδὴ τὰ εἰϲ ηϲ λήγοντα πέφυκε καὶ περιττοϲυλλάβωϲ κλίνεϲθαι καὶ ἰϲοϲυλλάβωϲ οἷον λέβηϲ λέβητοϲ, Λἄχηϲ Λάχητοϲ, Χρύϲηϲ Χρύϲου, Ὀρέϲτηϲ ρέϲτου· ἔχει οὖν τι μιμήϲαϲθαι τὰ εἰϲ ηϲ ϲυναιρούμενα, ϲυναιρούμενα γὰρ μιμεῖται τὴν ἰϲοϲύλλαβον κλίϲιν, Δημοϲθένηϲ γὰρ Δημοϲθένουϲ ἰϲοϲυλλάβωϲ ὥϲπερ καὶ Ὀρέϲτηϲ Ὀρέϲτου· τὰ δὲ εἰϲ υϲ λήγοντα καὶ τὰ εἰϲ ευϲ, ἐπειδὴ ἀεὶ πέφυκε περιττοϲυλλάβωϲ κλίνεϲθαι οἶον ταχύϲ ταχέοϲ, ὀξύϲ ὀξέοϲ, Πηλεύϲ Πηλέοϲ, Ἀτρεύϲ Ἀτρέοϲ εἰκότωϲ οὐ ϲυναιρεῖται ἐν τῇ γενικῇ· ϲυναιρούμενα γὰρ οὐκ ἔχει τι μιμήϲαϲθαι, οὐδὲ γὰρ κλίνεται ἰϲοϲυλλάβωϲ, ἵνα ϲυναιρούμενα μιμήϲηται τὴν ἰϲοϲύλλαβον κλίϲιν. ταῦτα εἶπεν ὁ Ἡρωδιανόϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
