# Περὶ κλίσεως ὀνομάτων 3.1

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/3.1

Περὶ τῶν εἰϲ αϲ ὀνομάτων. 3. Anecd. Ox. IV 334, 22: τὰ εἰϲ αϲ ἀρϲενικὰ μονοϲύλλαβα ϲπάνιά ἐϲτιν· ὀξύνεται δὲ ἢ περιϲπᾶται καὶ κλίνεται κατὰ ἀποβολὴν τοῦ ϲ ἢ διὰ τοῦ ντ· ἐϲτι γὰρ ἰϲοϲύλλαβα ὁ Θᾶϲ τοῦ Θᾶ, ὁ Γρᾶϲ τοῦ Γρᾶ, ὁ Λᾶϲ τοῦ Λᾶ, ὁ πᾶϲ τοῦ πᾶ, ὁ Βᾶϲ τοῦ Βᾶ περιττοϲύλλαβα δὲ κράϲ κρατόϲ μόνον χωρὶϲ τοῦ ν· διὰ τοῦ ν κλινόμενον πᾶϲ παντόϲ τὸ τριγενὲϲ ἔχον τὴν γενικὴν ὀξύτονον, Ζάϲ Ζάντοϲ, Φθάϲ Φθάντοϲ, μετοχῆϲ ἀπενεγκάμενοϲ κατάληξιν ὁμοίωϲ ταῖϲ μετοχαῖϲ καὶ κατὰ τὴν γενικὴν ἠνάγκαϲται τονοῦϲθαι ὡϲ ϲτάϲ ϲτάντοϲ. Τὰ ἐκ παρακειμένου ϲυνεϲχηματιϲμένα ὀξύνεται καὶ διὰ τοῦ τ κλίνεται χαλκοκράϲ χαλκοκρᾶτοϲ, νεοκράϲ νεοκρᾶτοϲ· τὸ μέντοι εὐκράϲ παρ’ Εὐριπίδῃ ἀνεγνώϲθη. Τὰ εἰϲ αϲ ϲυνεϲταλμένα ἀρϲενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ δοϲ κλίνεται· τὸ δὲ μέγαϲ ἐπίθετον καὶ τὸ λᾶαϲ προϲηγορικὸν ὡϲ ϲυϲτέλλον τὸ α βαρύνεται καὶ οὐ διὰ τοῦ δοϲ κλίνεται. καὶ τὸ μέγαϲ ἐπιθετικῶϲ εἰρημένον ἡμάρτηται περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ α ὤφειλεν ὀξύνεϲθαι κατὰ τὸ Ἀρκάϲ καὶ φυγάϲ, ἢ βαρυνόμενον ἐκτείνειν τὸ α ὧν οὐδέτερον ἔχει· καὶ διὰ τοῦτο οὐδὲ ἔϲχεν ἀκόλουθον κλίϲιν, μέγαϲ γὰρ μεγάλου φαμέν. Τὰ δὲ βαρύτονα ὅϲα μὲν διϲύλλαβα εἰϲ αϲ καθαρὸν λήγει οἷον Αἴαϲ, καὶ ὅϲα παρὰ μετοχήν, Ἄτλαϲ, Περίφαϲ, καὶ ὅϲα παρὰ ῥῆμα βαρύτονον, Ἀφείδαϲ, ἀδάμαϲ, δάμνω γάρ καὶ ὅϲα δὶϲ τὸ αὐτὸ ϲύμφωνον ἔχει ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ ϲυλλαβῇ ἢ τὸ ἀντίϲτοιχον, Μάμαϲ, γίγαϲ, Τεύθραϲ, Κάλχαϲ, καὶ ὅϲα τριγενῆ, διὰ τοῦ ντ κλίνεται· ἀλλὰ τὸ μέλαϲ γὰρ καὶ τάλαϲ τριγενῆ ὑποϲτολὴν τοῦ τ πέπονθε, μέλανοϲ καὶ τάλανοϲ. Ὅϲα δὲ εἰϲ αϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ι παραλήγεται, Νικίαϲ, Λυϲίαϲ, ἢ τῷ ε Αὐγέαϲ, Πυθέαϲ, ἢ τῇ ει Αἰνείαϲ, ἢ τῷ υ Μαρϲύαϲ, καὶ ὅϲα εἰϲ ραϲ ἐπὶ τῆϲ παρατελεύτου τὸ ο ἔχει Ξεναγόραϲ, εἰϲ ου ἔχει τὴν γενικήν· εἰ δέ τι τούτων εἰϲ α καταλήξειεν, Δώριόϲ ἐϲτιν ἡ κλίϲιϲ ϲυνήθηϲ γεγονυῖα τῇ κοινῇ διαλέκτῳ ἐκεῖνα δὲ μόνον εἰϲ α κατάληκτα εἴη (sic) κατὰ τὴν γενικήν, ὅϲα ἀπὸ ἀμεταβόλου ἀρξάμενα μεταβολικῷ κατὰ τὸ τέλοϲ χρῆται, οἷον Λίχαϲ· καὶ ὅϲα ἀπὸ φύϲει μακρᾶϲ ἀρξάμενα ϲυμφώνῳ παραλήγεται κατὰ τὴν τελευταίαν, οἷον Ϲώταϲ· καὶ ὅϲα δὶϲ τὸ αὐτὸ ϲύμφωνον ἔχει καὶ μή ἐϲτι ῥηματικὰ οἷον Ἀγρίππαϲ, Περδίκκαϲ, τὸ Πάλλαϲ γὰρ ῥηματικόν· καὶ ὅϲα εἰϲ μαϲ μακρᾷ παραλήγεται, Πυρίμμαϲ, Λυκόρμαϲ, τὸ γὰρ Ἀθάμαϲ καὶ ἀδάμαϲ βραχυκαταληκτεῖ· καὶ ὅϲα εἰϲ δαϲ ἁπλᾶ Τιμαχίδαϲ, Θρακίδαϲ, ἁπλᾶ διὰ τὸ Ἀφείδαϲ· καὶ ὅϲα εἰϲ παϲ μονογενῆ, Ἀράϲπαϲ, Γοργόπαϲ,τὸ ἅπαϲ γὰρ οὐ μονογενέϲ· καὶ ὅϲα παρὰ ῥῆμα περιϲπώμενον βοῶ Τηλεβόαϲ, ἀλοιῶ πατραλοίαϲ πατραλοία. τὰ δὲ εἰϲ αϲ περιϲπώμενα ἐπιεικῶϲ ὑποκοριϲτικὰ εὑρίϲκεται καὶ κατὰ ἀποβολὴν τοῦ ϲ κλίνεται Ζηνᾶϲ, Μηνᾶϲ. τὸ ἀλλᾶϲ, Γλιϲᾶϲ ἐκ τοῦ ἀλλάειϲ, Γλιϲάειϲ τὸ δὲ Μαρικᾶϲ Μαρικᾶντοϲ περιττοϲυλλάβωϲ κέκλιται ἀλλὰ καὶ ἰϲοϲυλλάβωϲ. ἕν ἐϲτιν ἀρϲενικὸν εἰϲ αιϲ περιϲπώμενον παῖϲ, κέκλιται δὲ διὰ τοῦ δ ὡϲ ἀπὸ τοῦ πάιϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
