# Περὶ κλίσεως ὀνομάτων 45

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/45

Περὶ τῶν εἰϲ α οὐδετέρων. 45. Eustath. 1627, 35: τὸ γάλακτοϲ πλεοναϲμὸν ἔχει τοῦ κ οὐ γὰρ ἔϲτιν εὐθεῖαν εἰπεῖν αὐτοῦ τὸ γάλαξ· ἐπεὶ μηδέ ἐϲτι τὸ ξ τελικὸν οὐδετέρων ὀνομάτων, εἰ καὶ ἔμφαϲιν εὐθείαϲ τοιαύτηϲ ὁ κατ’ οὐρανὸν γαλαξίαϲ κύκλοϲ δίδωϲι καὶ τὸ εὑρίϲκεϲθαι δοτικὴν πληθυντικὴν τοῖϲ γάλαξιν ἐφ’ οἷϲ δῆλον ὅτι τοῦ κτ κειμένων ἐν τῷ γάλακτι ἡ δοτικὴ τῶν πληθυντικῶν τρέψαϲα μὲν ϲυνήθωϲ τὸ τ εἰϲ ϲ, κεράϲαϲα δὲ τὸ κϲ εἰϲ ξ πεποίηκε τὸ γάλαξιν. ἐξ οὖ καὶ ὁ γαλαξίαϲ γενέϲθαι δοκεῖ. τέωϲ γε μὴν οἱ τὸ γάλαξ λέγοντεϲ διὰ τοῦ κ κλίνοντεϲ αὐτὸ πλεονάζειν δο κοῦϲι τὸ τ. ὡϲ γὰρ ἄναξ ἄνακοϲ, ὅθεν καὶ Διόϲκουροι ἀνακοί καὶ ἀνακῶϲ ἐπίρρημα ὅ ἐϲτιν ἐπιμελῶϲ, καὶ πλεοναϲμῷ τοῦ τ ἄνακτοϲ, οὕτω καὶ γάλαξ μονήρηϲ εὐθεῖα γάλακοϲ γάλακτοϲ. οὗ χρῆϲιϲ καὶ ἐν τῷ «γάλακτι δ’ ἴκελον ἄνθοϲ». οἱ δὲ τοιοῦτοι φαίνονται λέγειν ὥϲπερ τὴν μὲν γύναιξ εὐθεῖαν ϲεϲιγημένην εἶναι, κεῖϲθαι δὲ τὰϲ πλαγίαϲ πτῶϲειϲ ἐν χρήϲει οὕτω καὶ ἐπὶ τοῦ γάλακτοϲ γενέϲθαι. ϲιγᾶϲθαι μὲν γὰρ τὴν ὀρθήν, λαλεῖϲθαι δὲ τὰϲ μετ’ αὐτήν. γάλαξ μὲν γὰρ οὐκ ἐκφωνεῖται, τὰ δὲ ἐφεξῆϲ αὐτῇ χρηϲτά ἐϲτιν. ὅτι δὲ τὸ γάλα εἰϲ ξ δοκεῖ λήγειν, ἐπιϲτώϲατο Ἡρωδίανὸϲ καὶ ἀπὸ ϲυνθέτου τοῦ ἀρτιγάλαξ καὶ ἀπὸ πληθυντικῆϲ δοτικῆϲ τοῖϲ γάλαξι.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
