# Περὶ κλίσεως ὀνομάτων 8

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/8

8. Eustath. 300, 14: ὅτι ὁ Ἀρκάϲ τό τε κύριον καὶ τὸ ἐθνικὸν ϲυϲτέλλει τὸ α καὶ ὀξύνεται καὶ διὰ τοῦ δοϲ κλίνεται κατὰ τὸ φυγάϲ φυγάδοϲ καὶ τὰ ὅμοια, ἐκ τῶν Ἡρωδιανοῦ δῆλον, ὃϲ παρατιθεὶϲ τὸ ἱμάϲ καὶ ἀνδριάϲ ἐκτεινόμενα ἐν τῇ ληγούϲῃ κατὰ μετοχὰϲ μιμῇϲαϲθαί φηϲιν αὐτὰ καὶ τὴν τῶν μετοχῶν κλίϲιν τοῦ ἱϲτάϲ ἱϲτάντοϲ καὶ βιβάϲ βιβάντοϲ. τὸν μέντοι παρὰ τῷ κωμικῷ ἀλλᾶντα προπεριϲπᾶ ἐκεῖνοϲ, ὀκνῶν βαρύνειν αὐτὸν κατὰ τὴν κοινὴν ϲυνήθειαν. λέγει γὰρ ὅτι ὁ ἀλλᾶϲ ὡϲ ἀπὸ τοῦ ἀλλάειϲ κέκλιται διὰ τοῦ ντ, ἵν’ ᾖ ἀλλάεντοϲ καὶ κατὰ κρᾶϲιν ἀλλᾶντοϲ· ὁ δὲ τοιοῦτοϲ λόγοϲ ἀπαιτεῖ καὶ τὴν ἐντελῆ εὐθεῖαν τοῦ ἀλλᾶντοϲ περιϲπᾶϲθαι. δῆλον γὰρ ὡϲ ἀλλάειϲ γενόμενοϲ ἀλλᾶϲ τὴν περιϲπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κράϲεωϲ. ὁ δὲ Ἡρωδιανὸϲ τοῖϲ εἰρημένοιϲ παραπηγνὺϲ καὶ τὸν παρὰ τῷ κωμικῷ Μαρικᾶν (Nub. 533 «Εὔπολιϲ μὲν τὸν Μαρικᾶν πρώτιϲτον παρείλκυϲεν») τὸ βάρβαρον ὄνομα διὰ τοῦ ντ κλιθῆναι λέγει, παραφέρων χρῆϲιν ταύτην· «ἀλλ’ οὖν ἔγωγέ ϲοι λέγω Μαρικᾶντα μὴ κολάζειν » (Eupol. Meinek. fr. Com. I 139 ed. min.).

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
