# Περὶ λέξεως τῶν στίχων 001

Aelius Herodianus, Περὶ λέξεως τῶν στίχων, Edition urn:cts:greekLit:tlg0087.tlg049.local001. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-11/001

ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΤΗΣ ΛΕΞΕΩΣ ΤΩΝ ΣΤΙΧΩΝ. Στίχος ἐστὶ καὶ λέξεως δηλωτικῆς σύμμετρος καὶ μέγεθος. εἴδη δὲ στίχων εἰσὶ ιβ· ἰσόχρονος, ἀπηρτισμένος, ἀκέφαλος, λαγαρὸς, μείουρος, τραχὺς, μαλακοειδὴς, κακόφωνος, λογοειδὴς, προκέφαλος, σφηκίας καὶ δολιχοῦρος. ἰσόχρονος μὲν οὖν ἐστὶ ὁ καὶ τὰ μεγέθη τῶν συλλαβῶν καὶ τοὺς πόδας ἀπὸ τῶν πρώτων ἄχρη τῶν ἐσχάτων ἔχων, οἷον, τώδ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. ἀπηρτισμένος δὲ, ὁ τὴν διάνοιαν πᾶσαν ἔχων ἐν ἑαυτῷ, οἷον, ὡς εἰπὼν ἐξέσσυτο φαίδιμος Ἕκτωρ. ἀκέφαλος δὲ ἐστὶν ὁ ἀπὸ βραχείας ἀρχόμενος, οἷον, ἐπειδὴ νῆας τὲ καὶ Ἑλλήσποντον ἕκοντο. λαγαρὸς, ὁ κατὰ μέσον τὴν συμπλοκὴν μὴ σώζων, τὴν θέσιν μὴ σώζων, οἷον, Νέστωρα δ' οὐκ ἔλαθεν ἡ ἀχὴ πίνοντα περ' ἔμπης. μείουρος δὲ, ὁ κατὰ τὸ τέλος τὴν θέσιν μὴ σώζων, καὶ τὴν παρατέλει συλλαβὴν βραχεῖαν ἔχων, οἷον, Τρῶες δ' ἐῤῥίγησαν, ὅπως ἴδον αἰόλον ὄσφιν. τραχὺς δὲ ἐστὶ ὁ τὸν ῥῦζον τῶν φθόγγων συνιστὰς, ὡς, τριχθά τε καὶ τετραχθὰ διατρυφθὴν κάππεσε χειρός. μαλακοειδὴς ἐστὶν ὁ λείως ἐπιπίπτων ταῖς ἀκοαῖς, οἷον, αἵματεϊ οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι. κακόφωνος ἐστὶ ὁ τὰ πολλὰ φωνήεντα ἔχων, οἷον, φῄη ἀθερελοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ. λογοειδὴς δὲ ἐστὶ ὁ πεζότερος τῇ συνθέσει, οἷον, ἵππους τε ξανθοὺς ἑκατὸν πεντήκοντα. προκέφαλος· ἢ οὐχ ἅλις, ὅτι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις. σφηκίας, οἷον, ἢ λάθετ', ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ. δολιχοῦρος, οἷον, Κάστορά θ' ἱππόδαμον, καὶ πύξ ἀγαθὸν Πολυδεύκεα. Τέλος.

---

Aelius Herodianus et Pseudo-Herodianus Gramm. et Rhet., Περὶ λέξεως τῶν στίχων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg049.local001/.
