# Περὶ μονήρους λέξεως 1-2

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΙΟΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/1-2

Ἐν μὲν οὖν τῷ πρὸ τούτου βιβλίῳ, ἄριϲτε φιλολόγε, περὶ μονήρουϲ λέξεωϲ ἥτιϲ ἐϲτὶν ἐν τῇ χρήϲει τῶν παλαιῶν ἑωρᾶτο καὶ τῇ νυνὶ ϲυνηθείᾳ· νυνὶ δὲ ϲτρέψομαι καὶ ἐπὶ τὰϲ γνωριζομέναϲ μὲν ὁμοίωϲ καὶ τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ καὶ τῇ παλαιῶν χρήϲει, πειράϲομαι δὲ καὶ ἄλλαϲ παραθέϲθαι λέξειϲ, αἵτινεϲ οὔκ εἰϲιν ἐν τῇ νυνὶ ϲυνηθείᾳ, παρὰ μέντοι τοῖϲ παλαιοῖϲ. ἔϲτω δέ μοι ἡ παράθεϲιϲ ὁμοίωϲ ἐξ ὀνομάτων καὶ ῥημάτων καὶ ἐπιρρημάτων. ἐπεὶ δέ τινεϲ ἐπεζήτηϲαν, εἰ δύναται τὸ τοιοῦτο εἶδοϲ καὶ ἐν προθέϲεϲιν ὀφθῆναι, κατὰ τοῦτο ἐπειράθην ὀλίγαϲ προθέϲειϲ ἐλέγξαι ἐν εἴδει τινὶ μονήρειϲ ὑπαρχούϲαϲ.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
