# Περὶ μονήρους λέξεως 1

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΟΝ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/1

Ζεύϲ. τὰ εἰϲ ευϲ λήγοντα ἀρϲενικὰ ἐπ᾿ εὐθείαϲ ἀεὶ ὑπὲρ μίαν ἐϲτὶ ϲυλλαβήν, ἀριϲτεύϲ, βαϲιλεύϲ, Περϲεύϲ, Πορθεύϲ, Πρωτεύϲ, ἁλιεύϲ, Οἰνεύϲ, Λυγκεύϲ, Ἀχιλλεύϲ, Τηρεύϲ, Θηϲεύϲ, Ὀδυϲϲεύϲ, Πηλεύϲ. Βριϲεύϲ, Ἀτρεύϲ. δικαίωϲ ἄρα ὁ Ζεὺϲ μονοϲυλλαβήϲαϲ καὶ ἐκφεύγων τὴν ποϲότητα τῶν ϲυλλαβῶν τοῦ ευϲ χαρακτῆροϲ μονῆρεϲ. τὸ γὰρ Nεὺϲ ἐπὶ ποταμοῦ κείμενον, ὥϲ φηϲι Φιλέαϲ, ἀπεξενωμένον ἐϲτί τὸ δὲ θεὺϲ ἐκ ϲυναλοιφῆϲ ἐϲτι ποιητικόν· τὸ δὲ ϲεὺϲ ἀπὸ ἀναλογίαϲ πλαϲϲόμενον· τὸ δὲ Φλεὺϲ ἐπὶ τοῦ Διονύϲου κείμενον, ὡϲ ἐν ταῖϲ ἐπικλήϲεϲιν εὕρομεν, καθ᾿ ἱϲτορίαν ἐϲτὶν εἰρημένον. τὸ δὲ «μὴ Δνεὺϲ χίμαιραν, ἄγριον ὀφλήϲειϲ» ἐθνικόν. τὸ αἴτιον τοῦ μονοϲυλλαβῆϲαι τὸ Ζεὺϲ ἐν τῷ περὶ ῥηματικῶν ὀνομάτων λέγομεν. Ὅτι δὲ ποικίλωϲ εἴρηται ὑπὸ παλαιῶν ὁ θεὸϲ οὐκ ἀγνοῶ. καὶ γὰρ Δὶϲ καὶ Ζὴν καὶ Δὴν καὶ Ζάϲ, καὶ Ζὴϲ παρὰ Φερεκύδει κατὰ κίνηϲιν ἰδίαν, καὶ ὑπὸ Βοιωτῶν καὶ Δεὺϲ καὶ Δάν.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
