# Περὶ μονήρους λέξεως 10

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΟΝ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/10

Ἴϲωϲ περιϲπᾶται. ἀλλ᾿ οὐδὲν εἰϲ ων λῆγον περιϲπώμενον ὑπὲρ δύο ϲυλλαβὰϲ φύϲει μακρὰν παραλήγεται. Ἀντιφῶν, Ξενοφῶν, Εὐρυφῶν, Ὁμήρου υἱόϲ, Νικοφῶν ὁ κωμικόϲ, Ἀριϲτοφῶν, Ἀγλαοφῶν, ὁ Βελλεροφόντηϲ κατά τιναϲ Βελλεροφῶν, καὶ ἄλλα πολλὰ τοιαῦτα· Χαρναβῶν, Ϲοφοκλῆϲ Τριπτολέμῳ καὶ Χαρναβῶντοϲ, ὃϲ Γετῶν ἄρχει τὰ νῦν, Εὐρυπῶν· Λακεδαιμονίοιϲ Εὐρυπωντίδαι· Ϲυλοϲῶν, Δεξικρῶν Ϲιμωνίδηϲ (?), Ἑρμοκρῶν παιδοτρίβηϲ τιϲ ἱϲτορεῖται, Καλλικῶν, Δηικῶν ὁ Ἡρακλέουϲ, Ἡρακλῶν ὁ περὶ Ἰλιάδοϲ γράψαϲ καὶ Ὀδυϲϲείαϲ, Ἀθηνακῶν ὁ τὰ Ϲαμοθρᾴκια γράψαϲ, Λαοκῶν, ἄλλο πλῆθόϲ ἐϲτι τοιοῦτον ὀνομάτων περιϲπωμένων μὴ ἐχόντων πρὸ τέλουϲ φύϲει μακράν.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
