# Περὶ μονήρους λέξεως 11-16

Aelius Herodianus, Περὶ μονήρους λέξεως, 11 to 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/11

Πάντα τε τὰ προειρημένα διὰ τοῦ ντ κλίνεται τὸ δὲ Ποϲειδῶν οὐχ οὕτωϲ ἐκλίθη. Τὰ περιϲπώμενα, εἰ λέγοιτο ἐν πλείοϲι ϲυλλαβαῖϲ, διὰ τοῦ ο λέ γεται. Δημοφόων, Καλλίμαχοϲ νυμφίε Δημοφόων, ἄδικε ξένε, Καλλικόων, Εὐφορίων κακώτερε Καλλικόωντοϲ, Ἱπποθόων, Εὔμολποϲ Δόλιχόϲ τε καὶ Ἱπποθόων μεγάθυμοϲ. τὸ μέντοι Ποϲειδῶν ἑ Ποϲειδέων Ποϲειδάων. Οὐδὲν περιϲπώμενον ὑπὲρ δύο ϲυλλαβὰϲ τρέπει τὸ ω εἰϲ α παῤ Αἰολεῦϲιν ἢ Δωριεῦϲι· τὸ δέ γε Ποϲειδῶν ἐτράπη. Ποϲειδάν γὰρ λέγεται. Οὐδὲν περιϲπώμενον ἐπὶ κλητικῆϲ εἰϲ oν περατοῦται. πῶϲ οὖν Πόϲειδον λέγεται ἡ κλητική, Οὐδὲν περιϲπώμενον ἀποκόπτεται κατὰ γενικὴν πτῶϲιν· ἐξεκόπη παρὰ Ἀριϲτίᾳ ἐν Ἀνταίῳ, ἔνθα φηϲὶν —Αἰγαίου Ποϲειδῶ παῖϲ, πατὴρ δ’ ἐμὸϲ — Οὐδὲν περιϲπώμενον εἰϲ δων λήγει· τὸ δὲ Ποϲειδῶν ἔχει δ πρὸ τοῦ ω.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
