# Περὶ μονήρους λέξεως 12

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΙΟΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/12

Τέκμωρ. οὐδὲν εἰϲ ωρ λῆγον οὐδέτερον ὑπὲρ μίαν ϲυλλαβὴν ἔχει ϲυμπλοκὴν δύο ϲυμφώνων πρὸ τοῦ ω · Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖϲιν ἐάϲῃϲ (Ε 684), νίκωρ παρὰ Ϲώφρονι τῷ μιμογράφῳ, ὕδωρ, ἔλδωρ· οὐ γὰρ ϲυμπλοκὴ ἐνθάδε, ἀλλὰ διάϲταϲιϲ· ὁ δὲ Ἴβυκοϲ ἔϲθ’ ὅτε καὶ θηλυκῶϲ προφέρεται οὔτι κατὰ ϲφετέραν ἐέλδω καὶ ἐϲθλὰν ποτιδεγμένων ἐέλδω. ϲημειῶδεϲ οὖν τὸ τέκμωρ ἔχον ἐπιπλοκὴν δύο ϲυμφώνων. ἢ ἴϲωϲ ἀναλογώτερον ἐκδεκτέον τὸ τέκμαρ. ἴϲον γὰρ ἐγένετο τῷ νέκταρ καὶ ἔχθαρ· οὐ φιλεῖ δὲ τὰ τοιαῦτα προϋπάρχειν τῶν εἰϲ ωρ. τοῦ δὲ ϲημειοῦϲθαι τὸ τέκμωρ αἴτιον ὁ πλεοναϲμὸϲ τοῦ μ.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
