# Περὶ μονήρους λέξεως 17

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΟΝ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/17

Δῆλον οὖν ὅτι κατὰ ταῦτα πάντα μονῆρέϲ ἐϲτι τὸ ὄνομα, οὔτε τοῖϲ ὀξυνομένοιϲ τὴν αὐτὴν ἀκολουθίαν ϲῶζον οὕτε τοῖϲ περιϲπωμένοιϲ. τὴν δὲ τούτων λύϲιν ἐν τῇ κλίϲει τῶν ὀνομάτων δηλοῦμεν. εἴρηται δὲ ὁ δαίμων παρ’ Ἀλκαίῳ διὰ τοῦ α μένοντοϲ τοῦ ϲ Ποϲείδαν οὐδέπω Ποϲείδαν ἅλμυρον ἐϲτιφέλιξε πόντον, παρὰ δὲ Δωριεῦϲι τρεπομένου τοῦ ϲ εἰϲ Ποτειδὰν κατ’ ὀξεῖαν τάϲιν, ἔνθεν γενικὴ παρ’ Ἐπιχάρμῳ δευτέρῳ τοῦ Ποτειδᾶνοϲ δὲ χρηϲτὸν υἱὸν Ἱπποκάμπιον. εἴρηται δὲ καὶ Ποτιδᾶϲ ὡϲ Κερκιδᾶϲ· ἔνθεν αἰτιατικὴ ἐν Κύκλωπι ναὶ τὸν Ποτιδὰν, κοιλότεροϲ ὁλμοῦ πολύ. Ϲώφρων τε τὴνκλητικὴν ἔφη Ποτιδᾶ δροϲοχαῖτα».ὁ δὲ τοὺϲ Εἵλωταϲ τὴν γενικήν φηϲι τέμενοϲ Ποτιδᾶ ποντίω. ἴϲωϲ δέ ἐϲτί τι καὶ Ποcιδέηϲ, ἔνθεν ὡϲ τὸ ράκλειον παρὰ τὸ Ἡρακλέηϲ οὕτω Ποϲίδειον κεὶ. Ποϲιδήιον, ἀγλαὸν ἄλϲοϲ. ὁμοίωϲ δὲ καὶ ἀρϲενικῶϲ κτητικῶϲ Ποϲίδειοϲ, ὡϲ Ἡράκλειοϲ ἇθλοϲ. Ϲοφοκλῆϲ ποιμέϲι. τειχέων καὶ δὴ τοὺϲ Ποϲιδείουϲ ἀποϲειϲαμένη θριγκοὺϲ — Ποϲειδέων δὲ παροξυτόνωϲ παρ’ ἴωϲι λέγεται ὁ θεόϲ. ὀξυτονηθὲν τὸ ὄνομα μῆνα δηλοῖ. παρὰ δὲ τῷ ποιητῇ διηνεκῶϲ μένοντοϲ τοῦ ϲ καὶ πρὸ τοῦ τέλουϲ τοῦ α ὑπάρχοντοϲ. παρὰ μέντοι Βοιωτοῖϲ Ποτειδάων τραπέντοϲ τοῦ ϲ εἰϲ τ. Κόριννα Βοιωτῷ τοὺ δέ, μάκαρ Κρονίδα, τοὺ Ποτειδάωνοϲ, ὄνοξ Βοιωτέ. Ὅτι πολλοὺϲ ἐποίηϲε ϲχηματιϲμοὺϲ καὶ ἐν ἑτέροιϲ ερηται.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
